Ancient Greek
6.21.1 to 6.21.2
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 6.21.1-2
Not analysed yet
ἦν δὲ ἐν μὲν τῷ τότε ἄπορος ἡ ὥρα ἐς τὸν πλοῦν· οἱ γὰρ ἐτησίαι ἄνεμοι κατεῖχον, οἳ δὴ τῇ ὥρᾳ ἐκείνῃ οὐ καθάπερ παρʼ ἡμῖν ἀπʼ ἄρκτου, ἀλλʼ ἀπὸ τῆς μεγάλης θαλάσσης κατὰ νότον μάλιστα ἄνεμον ἵστανται. ἀπὸ δὲ τοῦ χειμῶνος τῆς ἀρχῆς τὸ ἀπὸ Πλειάδων δύσεως ἔστε ἐπὶ τροπάς, ἃς ἐν χειμῶνι ὁ ἥλιος ἐπιστρέφει, πλόϊμα εἶναι ταύτῃ ἐξηγγέλλετο. τότε γὰρ κατὰ γῆν μᾶλλον οἷα δὴ πολλῷ ὕδατι ἐξ οὐρανοῦ βεβρεγμένην αὔρας ἵστασθαι μαλθακὰς καὶ ἐς τὸν παράπλουν ταῖς τε κώπαις καὶ τοῖς ἱστίοις ξυμμέτρους.