Ancient Greek · ~3 min
6.22.1 to 6.22.2
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 6.22.1-2
Not analysed yet
αὐτὸς δὲ ἀναλαβὼν αὖθις τῶν ὑπασπιστῶν καὶ τῶν Ἀγριάνων τοὺς ἡμίσεας καὶ τὸ ἄγημα τῶν ἱππέων καὶ τοὺς ἱπποτοξότας προῄει ὡς ἐπὶ τὰ ὅρια τῶν τε Γαδρωσῶν καὶ Ὠρειτῶν, ἵναπερ στενή τε ἡ πάροδος αὐτῷ εἶναι ἐξηγγέλλετο καὶ οἱ Ὠρεῖται τοῖς Γαδρωσοῖς ξυντεταγμένοι πρὸ τῶν στενῶν στρατοπεδεύειν, ὡς εἴρξοντες τῆς παρόδου Ἀλέξανδρον. καὶ ἦσαν μὲν ταύτῃ τεταγμένοι, ὡς δὲ προάγων ἤδη ἐξηγγέλλετο, οἱ μὲν πολλοὶ ἔφυγον ἐκ τῶν στενῶν λιπόντες τὴν φυλακήν, οἱ δὲ ἡγεμόνες τῶν Ὠρειτῶν ἀφίκοντο παρʼ αὐτὸν σφᾶς τε αὐτοὺς καὶ τὸ ἔθνος ἐνδιδόντες. τούτοις μὲν δὴ προστάττει ξυγκαλέσαντας τὸ πλῆθος τῶν Ὠρειτῶν πέμπειν ἐπὶ τὰ σφέτερα ἤθη, ὡς δεινὸν οὐδὲν πεισομένους· σατράπην δὲ καὶ τούτοις ἐπιτάσσει Ἀπολλοφάνην·