Ancient Greek
6.22.4 to 6.22.5
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 6.22.4-5
Not analysed yet
καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ λέγει Ἀριστόβουλος σμύρνης πολλὰ δένδρα πεφυκέναι μείζονα ἢ κατὰ τὴν ἄλλην σμύρναν, καὶ τοὺς Φοίνικας τοὺς κατʼ ἐμπορ[ε]ίαν τῇ στρατιᾷ ξυνεπομένους ξυλλέγοντας τὸ δάκρυον τῆς σμύρνης ʽπολὺ γὰρ εἶναι, οἷα δὴ ἐκ μεγάλων τε τῶν πρέμνων καὶ οὔπω πρόσθεν ξυλλελεγμένονʼ ἐμπλήσαντας τὰ ὑποζύγια ἄγειν. ἔχειν δὲ τὴν ἔρημον ταύτην καὶ νάρδου ῥίζαν πολλήν τε καὶ εὔοδμον καὶ ταύτην ξυλλέγειν τοὺς Φοίνικας· πολὺ δὲ εἶναι αὐτῆς τὸ καταπατούμενον πρὸς τῆς στρατιᾶς, καὶ ἀπὸ τοῦ πατουμένου ὀδμὴν ἡδεῖαν κατέχειν ἐπὶ πολὺ τῆς χώρας. τοσόνδε εἶναι τὸ πλῆθος·