Ancient Greek
6.23.2 to 6.23.3
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 6.23.2-3
Not analysed yet
ἀλλὰ ἦν γὰρ ἔρημα παντάπασιν τὰ πρὸς τῇ θαλάσσῃ τῆς Γαδρωσῶν γῆς, ὁ δὲ Θόαντα τὸν Μανδροδώρου καταπέμπει ἐπὶ θάλασσαν ξὺν ὀλίγοις ἱππεῦσιν, κατασκεψόμενον εἴ πού τις ὅρμος ὢν τυγχάνει ταύτῃ ἢ ὕδωρ οὐ πόρρω ἀπὸ θαλάσσης ἤ τι ἄλλο τῶν ἐπιτηδείων. καὶ οὗτος ἐπανελθὼν ἀπήγγειλεν ἁλιέας τινὰς καταλαβεῖν ἐπὶ τοῦ αἰγιαλοῦ ἐν καλύβαις πνιγηραῖς· πεποιῆσθαι δὲ τὰς καλύβας ξυνθέντας τὰς κόγχας· στέγην δὲ εἶναι αὐταῖς τὰς ἀκάνθας τῶν ἰχθύων· καὶ τούτους τοὺς ἁλιέας ὕδατι ὀλίγῳ διαχρῆσθαι χαλεπῶς διαμωμένους τὸν κάχληκα, καὶ οὐδὲ τούτῳ πάντῃ γλυκεῖ τῷ ὕδατι.