Ancient Greek · ~3 min
6.29.1 to 6.29.3
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 6.29.1-3
Not analysed yet
αὐτὸς δὲ ξὺν τοῖς κουφοτάτοις τῶν πεζῶν καὶ ξὺν τῶν ἱππέων τοῖς ἑταίροις καὶ μέρει τινὶ τῶν τοξοτῶν ᾔει τὴν ἐπὶ Πασαργάδας τῆς Περσίδος. Στασάνορα δὲ καταπέμπει ἐπὶ τὴν ἀρχὴν τὴν ἑαυτοῦ. ὡς δὲ ἐπὶ τοῖς ὅροις ἦν τῆς Περσίδος, Φρασαόρτην μὲν οὐ κατέλαβε σατραπεύοντα ἔτι ʽνόσῳ γὰρ τετελευτηκὼς ἐτύγχανεν ἐν Ἰνδοῖς ἔτι Ἀλεξάνδρου ὄντοσʼ, Ὀρξίνης δὲ ἐπεμέλετο τῆς Περσίδος, οὐ πρὸς Ἀλεξάνδρου κατασταθείς, ἀλλʼ ὅτι οὐκ ἀπηξίωσεν αὑτὸν ἐν κόσμῳ Πέρσας διαφυλάξαι Ἀλεξάνδρῳ οὐκ ὄντος ἄλλου ἄρχοντος. ἦλθε δὲ ἐς Πασαργάδας καὶ Ἀτροπάτης ὁ Μηδ[ε]ίας σατράπης, ἄγων Βαρυάξην ἄνδρα Μῆδον συνειλημμένον, ὅτι ὀρθὴν τὴν κίδαριν περιθέμενος βασιλέα προσεῖπεν αὑτὸν Περσῶν καὶ Μήδων, καὶ ξὺν τούτῳ τοὺς μετασχόντας αὐτῷ τοῦ νεωτερισμοῦ τε καὶ τῆς ἀποστάσεως. τούτους μὲν δὴ ἀπέκτεινεν Ἀλέξανδρος.