Ancient Greek
Book 6, Chapter 29
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 6.29.11
Not analysed yet
Ἀλέξανδρος δὲ ξυλλαβὼν τοὺς Μάγους τοὺς φύλακας τοῦ τάφου ἐστρέβλωσεν, ὡς κατειπεῖν τοὺς δράσαντας, οἱ δὲ οὐδὲν οὔτε σφῶν οὔτε ἄλλου κατεῖπον στρεβλούμενοι, οὐδὲ ἄλλῃ πῃ ἐξηλέγχοντο ξυνειδότες τῷ ἔργῳ· καὶ ἐπὶ τῷδε ἀφείθησαν ἐξ Ἀλεξάνδρου.