Ancient Greek · ~2 min
6.3.4 to 6.3.5
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 6.3.4-5
Not analysed yet
οἵ τε ἵπποι διαφαινόμενοι διὰ τῶν ἱππαγωγῶν πλοίων, οὐ πρόσθεν ἵπποι ἐπὶ νεῶν ὀφθέντες ἐν τῇ Ἰνδῶν γῇ ʽκαὶ γὰρ καὶ τὸν Διονύσου ἐπʼ Ἰνδοὺς στόλον οὐκ ἐμέμνηντο γενέσθαι ναυτικόνʼ, ἔκπληξιν παρεῖχον τοῖς θεωμένοις τῶν βαρβάρων, ὥστε οἱ μὲν αὐτόθεν τῇ ἀναγωγῇ παραγενόμενοι ἐπὶ πολὺ ἐφωμάρτουν, ἐς ὅσους δὲ τῶν ἤδη Ἀλεξάνδρῳ προσκεχωρηκότων Ἰνδῶν ἡ βοὴ τῶν ἐρετῶν ἢ ὁ κτύπος τῆς εἰρεσίας ἐξίκετο, καὶ οὗτοι ἐπὶ τῇ ὄχθῃ κατέθεον καὶ ξυνείποντο ἐπᾴδοντες βαρβαρικῶς. φιλῳδοὶ γάρ, εἴπερ τινὲς ἄλλοι, Ἰνδοὶ καὶ φιλορχήμονες ἀπὸ Διονύσου ἔτι καὶ τῶν ἅμα Διονύσῳ βακχευσάντων κατὰ τὴν Ἰνδῶν γῆν.