Ancient Greek · ~1 min
Book 7, Chapter 11
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 7.11.9
Not analysed yet
εὔχετο δὲ τά τε ἄλλα [καὶ τὰ] ἀγαθὰ καὶ ὁμόνοιάν τε καὶ κοινωνίαν τῆς ἀρχῆς Μακεδόσι καὶ Πέρσαις. εἶναι δὲ κατέχει λόγος τοὺς μετασχόντας τῆς θοίνης ἐννακισχιλίους, καὶ τούτους πάντας μίαν τε σπονδὴν σπεῖσαι καὶ ἐπʼ αὐτῇ παιωνίσαι.