Ancient Greek · ~2 min
Book 7, Chapter 12
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 7.12.7
Not analysed yet
ἡ δέ, ὑπέρογκον εἶναι τῇ τε ἀξιώσει καὶ τῇ ἄλλῃ θεραπείᾳ Ἀντίπατρον οὐδὲ μεμνῆσθαι τοῦ καταστήσαντος ἔτι, ἀλλʼ αὐτὸν γὰρ ἀξιοῦν τὰ πρῶτα φέρεσθαι ἐν τοῖς ἄλλοις Μακεδόσι τε καὶ Ἕλλησι. καὶ ταῦτα μᾶλλόν τι ἰσχύειν παρʼ Ἀλεξάνδρῳ ἐφαίνετο ὅσα ἐς τοῦ Ἀντιπάτρου τὴν διαβολὴν φέροντα ἦν, οἷα δὴ καὶ φοβερώτερα ἐν βασιλείᾳ ὄντα. οὐ μέντοι καταφανές γέ τι ἢ ἔργον ἢ λόγος ἐξηγγέλλετο Ἀλεξάνδρου ἐφʼ ὅτῳ ἄν τις συνέθηκεν οὐχ ὡσαύτως εἶναι αὐτῷ πρὸς θυμοῦ Ἀντίπατρον . . . . . . Ἡφαιστίων. τούτῳ τῷ λόγῳ ὑποπτήξαντα Ἡφαιστίωνα συναλλαγῆναι