Ancient Greek · ~3 min
7.14.7 to 7.14.9
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 7.14.7-9
Not analysed yet
οἱ δὲ λέγουσιν ὅτι καὶ εἰς Ἄμμωνος ἔπεμψεν ἐρησομένους τὸν θεὸν εἰ καὶ ὡς θεῷ θύειν συγχωρεῖ Ἡφαιστίωνι, τὸν δὲ οὐ ξυγχωρῆσαι. ἐκεῖνα δὲ πρὸς πάντων ξυμφωνούμενα, ἐς τρίτην ἀπὸ τοῦ θανάτου τοῦ Ἡφαιστίωνος ἡμέραν μήτε σίτου γεύσασθαι Ἀλέξανδρον μήτε τινὰ θεραπείαν ἄλλην θεραπεῦσαι τὸ σῶμα, ἀλλὰ κεῖσθαι γὰρ ἢ ὀδυρόμενον ἢ πενθικῶς σιγῶντα· καὶ πυρὰν κελεῦσαι αὐτῷ ἑτοιμάζεσθαι ἐν Βαβυλῶνι ἀπὸ ταλάντων μυρίων, οἱ δὲ καὶ πλειόνων ἀνέγραψαν· καὶ ὅτι πένθος ποιεῖσθαι περιηγγέλη κατὰ πᾶσαν τὴν χώραν τὴν βάρβαρον· καὶ ὅτι πολλοὶ τῶν ἑταίρων τῶν Ἀλεξάνδρου ἐς θεραπείαν τὴν ἐκείνου σφᾶς τε αὐτοὺς καὶ τὰ ὅπλα Ἡφαιστίωνι ἀνέθεσαν ἀποθανόντι· πρῶτον δὲ Εὐμενῆ ἄρξαι τοῦ σοφίσματος, ὅντινα ὀλίγῳ πρόσθεν ἔφαμεν ὅτι διηνέχθη πρὸς Ἡφαιστίωνα· καὶ τοῦτο δὲ δρᾶσαι, τῷ Ἀλεξάνδρῳ ὡς μὴ ἐφήδεσθαι δοκοίη τελευτήσαντι Ἡφαιστίωνι.