Ancient Greek · ~3 min
7.15.1 to 7.15.3
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 7.15.1-3
Not analysed yet
χρόνος τε ἦν συχνὸς τῷ πένθει καὶ αὐτός τε αὑτὸν ἤδη μετεκάλει ἀπʼ αὐτοῦ καὶ οἱ ἑταῖροι μᾶλλόν τι ἐν τῷ τοιῷδε ἤνυτον. ἔνθα δὴ ἐξέλασιν ποιεῖται ἐπὶ Κοσσαίους, ἔθνος πολεμικὸν ὅμορον τῷ Οὐξίων. εἰσὶ δὲ ὄρειοι οἱ Κοσσαῖοι καὶ χωρία ὀχυρὰ κατὰ κώμας νέμονται, ὁπότε προσάγοι δύναμις ἐς τὰ ἄκρα τῶν ὀρῶν ἀποχωροῦντες ἀθρόοι ἢ ὅπως ἂν προχωρῇ ἑκάστοις οὕτω διαφεύγουσιν, ἐς ἀπορίαν βάλλοντες τοὺς ξὺν δυνάμει σφίσιν ἐπιχειροῦντας· ἀπελθόντων δὲ αὖθις εἰς τὸ λῃστεύειν τρεπόμενοι ἀπὸ τούτου τὸν βίον ποιοῦνται. Ἀλέξανδρος δὲ ἐξεῖλεν αὐτῶν τὸ ἔθνος καίπερ χειμῶνος στρατεύσας. ἀλλʼ οὔτε ὁ χειμὼν ἐμποδὼν ἐγένετο αὐτῷ οὔτε αἱ δυσχωρίαι, οὔτε αὐτῷ οὔτε Πτολεμαίῳ τῷ Λάγου, ὃς μέρος τῆς στρατιᾶς ἐπʼ αὐτοὺς ἦγεν. οὕτως οὐδὲν ἄπορον Ἀλεξάνδρῳ τῶν πολεμικῶν ἦν ἐς ὅ τι ὁρμήσειε.