Ancient Greek · ~2 min
Book 7, Chapter 2
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 7.2.1
Not analysed yet
κἀνταῦθα ἐπῄνεσε μὲν Ἀλέξανδρος τούς τε λόγους αὐτοὺς καὶ τοὺς εἰπόντας, ἔπρασσε δὲ ὅμως ἄλλα καὶ τἀναντία οἷς ἐπῄνεσεν. ἐπεὶ καὶ Διογένην τὸν ἐκ Σινώπης θαυμάσαι λέγεται, ἐν Ἰσθμῷ ἐντυχὼν τῷ Διογένει κατακειμένῳ ἐν ἡλίῳ, ἐπιστὰς σὺν τοῖς ὑπασπισταῖς καὶ τοῖς πεζεταίροις καὶ ἐρόμενος εἴ του δέοιτο· ὁ δέ Διογένης ἄλλου μὲν ἔφη δεῖσθαι οὐδενός, ἀπὸ τοῦ ἡλίου δὲ ἀπελθεῖν ἐκέλευσεν αὐτόν τε καὶ τοὺς σὺν αὐτῷ. οὕτω τοι οὐ πάντῃ ἔξω τοῦ ἐπινοεῖν τὰ κρείττω ἦν Ἀλέξανδρος, ἀλλʼ ἐκ δόξης γὰρ δεινῶς ἐκρατεῖτο.