Ancient Greek · ~3 min
7.21.6 to 7.21.7
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 7.21.6-7
Not analysed yet
ἔνθεν μὲν δὴ ἐς τὸν Πολλακόπαν ἐτρέπετο τοῦ Εὐφράτου ὁ ῥοῦς, ταύτῃ δὲ ἔγνω βεβαίως ἀποκλεῖσαι τὴν ἐκβολήν· προελθόντι δὲ ὅσον σταδίους τριάκοντα ὑπόπετρος ἡ γῆ ἐφαίνετο, οἵα διακοπεῖσα, εἰ ξυναφὴς ἐγένετο τῇ πάλαι διώρυχι τῇ κατὰ τὸν Πολλακόπαν, οὔτʼ ἂν διαχεῖσθαι παρέχειν τὸ ὕδωρ ὑπὸ στερρότητος τῆς γῆς, τήν τε ἀποστροφὴν αὐτοῦ τῇ τεταγμένῃ ὥρᾳ μὴ χαλεπῶς γίγνεσθαι. τούτων ἕνεκα ἐπί τε τὸν Πολλακόπαν ἔπλευσε καὶ κατʼ αὐτὸν καταπλεῖ ἐς τὰς λίμνας ὡς ἐπὶ τὴν Ἀράβων γῆν. ἔνθα χῶρόν τινα ἐν καλῷ ἰδὼν πόλιν ἐξῳκοδόμησέ τε καὶ ἐτείχισε, καὶ ἐν ταύτῃ κατῴκισε τῶν Ἑλλήνων τινὰς τῶν μισθοφόρων, ὅσοι τε ἑκόντες καὶ ὅσοι ὑπὸ γήρως ἢ κατὰ πήρωσιν ἀπόλεμοι ἦσαν. αὐτὸς δὲ ὡς ἐξελέγξας δὴ τῶν Χαλδαίων τὴν