Ancient Greek · ~2 min
7.5.1 to 7.5.2
Arrian, Ἀλεξάνδρου Ἀνάβασις 7.5.1-2
Not analysed yet
καὶ τὰ χρέα ἐπιλύσασθαι τῆς στρατιᾶς ὅσοις χρέα ἦν ἐν καιρῷ οἱ ἔδοξε, καὶ κελεύει ἀπογράφεσθαι ὁπόσον ὀφείλει ἕκαστος, ὡς ληψομένους. καὶ τὰ μὲν πρῶτα ὀλίγοι ἀπέγραψαν σφῶν τὰ ὀνόματα δεδιότες ἐξ Ἀλεξάνδρου μὴ πεῖρα αὕτη εἴη καθειμένη, ὅτῳ οὐκ ἀποχρῶσα ἡ μισθοφορὰ τῶν στρατιωτῶν ἐστι καὶ ὅτῳ πολυτελὴς ἡ δίαιτα. ὡς δὲ ἐξήγγελτο ὅτι οὐκ ἀπογράφουσι σφᾶς οἱ πολλοί, ἀλλʼ ἐπικρύπτουσιν ὅτῳ τι εἴη συμβόλαιον, τὴν μὲν ἀπιστίαν τῶν στρατιωτῶν ἐκάκισεν· οὐ γὰρ χρῆναι οὔτʼ οὖν τὸν βασιλέα ἄλλο τι ἢ ἀληθεύειν πρὸς τοὺς ὑπηκόους, οὔτε τῶν ἀρχομένων τινὰ ἄλλο τι ἢ ἀληθεύειν δοκεῖν τὸν βασιλέα.