# Onirocriticon 1.ΑΡΤΕΜΙΔΩΡΟΣ ΚΑΣΣΙΩ ΜΑΞΙΜΩ ΧΑΙΡΕΙΝ

Artemidorus, Onirocriticon, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/1.%CE%91%CE%A1%CE%A4%CE%95%CE%9C%CE%99%CE%94%CE%A9%CE%A1%CE%9F%CE%A3%20%CE%9A%CE%91%CE%A3%CE%A3%CE%99%CE%A9%20%CE%9C%CE%91%CE%9E%CE%99%CE%9C%CE%A9%20%CE%A7%CE%91%CE%99%CE%A1%CE%95%CE%99%CE%9D

Πολλάκις προετράπην ἐπὶ τὴν πραγματείαν τὴν προκειμένην ὁρμῆσαι καὶ ἐπεσχέθην ‘οὔτʼ ὄκνῳ εἴκων οὔτ’ ἀφραδίῃσι νόοιοʼ, ὥς φησιν ὁ ποιητής, ἀλλὰ τὸ μεγαλεῖον τῶν ἐν αὐτῇ θεωρημάτων καὶ τὸ πλῆθος καταπεπληγὼς μάλιστα καὶ τὰς ἀντιλογίας δεδιὼς τῶν ἀνθρώπων τῶν ἤτοι διὰ τὸ πεπεῖσθαι οὐκ εἶναι μαντικὴν οὐδὲ θεῶν πρόνοιαν λεγόντων ὅσα λέγουσιν ἢ ἄλλως γυμνάσματα καὶ διατριβὰς ἑαυτοῖς ποριζομένων. νυνὶ δὲ ἡ παροῦσα χρεία ἀναγκαία οὖσα διὰ τὴν εὐχρηστίαν οὐ μόνον τὴν ἡμῶν αὐτῶν ἀλλὰ καὶ τῶν μετέπειτα ἐσομένων ἀνθρώπων προετρέψατό με μὴ διαμέλλειν μηδὲ ἀναβάλλεσθαι, ἀλλὰ περὶ ὧν ἄν ἔχω κατάληψιν, ἣν διὰ πείρας ἐπορισάμην, συγγράψαι. ἡγοῦμαι δʼ ἀμφότερά μοι ἐκ τοῦ τοιούτου περιέσεσθαι, πρός τε τοὺς ἀναιρεῖν ἐπιχειροῦντας μαντικήν τε αὐτὴν καὶ τὰ εἴδη αὐτῆς ἀνεπιφθόνως τε ἅμα καὶ μετὰ κατασκευῆς οὐ τῆς τυχούσης ἀντιτάξεσθαι φέρων εἰς τὸ μέσον τὴν πεῖραν καὶ τὴν τῶν ἀποτελεσμάτων μαρτυρίαν, ἣ πᾶσιν ἱκανὴ γένοιτʼ ἂν ἀντισχεῖν ἀνθρώποις, καὶ μέντοι καὶ πρὸς τοὺς χρωμένους μὲν μαντικῇ διὰ δὲ τὸ μὴ ἐντετυχηκέναι λόγοις περὶ τούτων ἀκριβέσι πεπλανημένους καὶ κινδυνεύοντας ἤδη καταφρονεῖν τε καὶ ἀφίστασθαι θεραπείαν τινὰ σωτηριώδη ἀντὶ τῆς πλάνης καταστήσειν. σχεδὸν γὰρ οἱ μικρὸν ἡμῶν πρεσβύτεροι δόξαν συγγραφικὴν ἀπενέγκασθαι βουλόμενοι καὶ, διὰ τούτου ἡγούμενοι μόνου ἔνδοξοι ἔσεσθαι, εἰ συγγράμματα καταλίποιεν ὀνειροκριτικά, ἀντίγραφα ἀλλήλων πεποίηνται ἤ τὰ καλῶς εἰρημένα ὑπὸ τῶν παλαιῶν κακῶς ἐξηγησάμενοι καὶ ὀλίγοις τῶν παλαιῶν πολλὰ προσθέντες οὐκ ἀληθῆ οὐ γὰρ ἀπὸ πείρας ἀλλ’ αὐτοσχεδιάζοντες, ὅπως ἕκαστος αὐτῶν ἐκινεῖτο περί τινος, οὕτως ἔγραφον, καὶ οἱ μὲν πᾶσιν ἐντυχόντες τοῖς τῶν παλαιῶν βιβλίοις, οἱ δὲ οὐ πᾶσιν ἔνια γὰρ αὐτούς διʼ ἀρχαιότητα σπάνια ὄντα καὶ διεφθαρμένα διέλαθεν. ἐγὼ δὲ τοῦτο μέν οὐκ ἔστιν ὅ τι βιβλίον οὐκ ἐκτησάμην ὀνειροκριτικὸν πολλὴν εἰς τοῦτο φιλοτιμίαν ἔχων, τοῦτο δὲ καὶ σφόδρα διαβεβλημένων τῶν ἐν ἀγορᾷ μάντεων, οὓς δὴ προΐκτας καὶ γόητας καὶ βωμολόχους ἀποκαλοῦσιν οἱ σεμνοπροσωποῦντες καὶ τὰς ὀφρῦς ἀνεσπακότες, καταφρονήσας τῆς διαβολῆς ἔτεσι πολλοῖς ὡμίλησα, καὶ ἐν Ἑλλάδι κατὰ πόλεις καὶ πανηγύρεις, καὶ ἐν Ἁσίᾳ καὶ ἐν Ἰταλίᾳ καὶ τῶν νήσων ἐν ταῖς μεγίσταις καὶ πολυανθρωπτοτάταις ὑπομένωονἀκούειν παλαιούς ὀνείρους καὶ τούτων τὰς ἀποβάσεις· οὐ γὰρ ἦν ἄλλως χρήσασθαι τῇ κατὰ ταῦτα γυμνασίᾳ. ὅθεν μοι περιγέγονεν ἐκ περιουσίας ἔχειν περὶ ἑκάστου λέγειν οὕτως ὡς αὐτὰ τἀληθῆ λέγοντα μὴ φλυαρεῖν, ὧν δʼ ἂν ἐπιμνησθῶ τὰς ἀποδείξεις φανερὰς καὶ πᾶσιν εὐκαταλήπτους ἀποδοῦναι ἐξ ἁπλῶν, πλὴν εἰ μή τι εἴη οὕτω σαφές, ὡς περιττὴν ἡγήσασθαι τὴν περὶ αὐτοῦ ἐξήγησιν. Ἰτέον δὴ λοιπὸν ἐπὶ τὸ προκείμενον, ἵνα μὴ μεῖζον ἡμῖν ᾖ τὸ προοίμιον τοῦ δέοντος. τί γὰρ καὶ δεῖ λόγων ἄνευ τῶν πραγμάτων αὐτῶν πρὸς σέ τὸν οὕτω μὲν δεινὸν εἰπεῖν, ὡς οὕπω τις εἰς ἀνθρώπους τῶν Ἑλλήνων παρῆλθεν, οὕτω δὲ συνετόν, ὡς οὐκ ἀναμένειν τοῦ λέλοντος τὸ πέρας, ἀλλὰ τὴν ὑπόθεσιν ὅπου τελευτᾷ καταλαμβάνειν; ἀναγκαῖον δἒ πρῶτον περὶ στοιχείων τινῶν κανονικῶς εἰπεῖν.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
