# Onirocriticon 1.1

Artemidorus, Onirocriticon, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/1.1

Περὶ μὲν οὖν ἐνυπνίου καὶ ὀνείρου διαφορᾶς τῆς πρὸς ἄλληλα διαίρεσις οὐκ ὀλίγη καὶ ἐν ἄλλοις γέγραπταί μοι καὶ ἐπειδὴ ἄκοσμον καὶ ὥσπερ οὐκ ἀπʼ ἀρχῆς γενόμενον φανεῖταί σοι τὸ σύγγραμμα, καὶ νῦν ἀπʼ αὐτῶν τούτων ἄρξασθαι καλῶς ἔχον εἶναι μοι δοκεῖ. ταύτῃ γὰρ ὄνειρος ἐνυπνίον διαφέρει, ᾗ συμβέβηκε τῷ μὲν εἶναι σημαντικῷ τῶν μελλόντων, τῷ δὲ τῶν ὄντων. σαφέστερον δʼ ἂν μάθοις οὕτω. τὰ ποιὰ τῶν παθῶν προσανατρέχειν πέφψυκε καὶ προσανατάσσειν ἑαυτά τῇ ψυχῇ καὶ τοὺς ὀνειρωυγμοὺς ἀποτελεῖν. οἷον ἀνάγκη τὸν ἐρῶντα ὄναρ ἅμα τοῖς παιδικοῖς εἶναι δοκεῖν καὶ τὸν δεδιότα ὁρᾶν ἅ δέδιε, καὶ πάλιν αὖ τὸν πεῖνῶντα ἐσθίειν καὶ τὸν δεψῶντα πίνειν, ἔτι καὶ τὸν πεπλησμένον τροφῆς ἢ ἐμεῖν ἢ πνίγεσθαι . ἔστι τοίνυν ἰδεῖν ταῦτα καθυποκειμένων ἤδη τῶν παθῶν οὐ πρόρρησιν ἔχοντα τῶν μελλόντων ἀλλʼ ὑπόμνησιν τῶν ὄντων. τούτων δὲ οὕτως ἐχόντων ἴδοις ἂν ἃ μὲν ἴδια σώματος μόνου ἃδὲ ἴδια ψυχῆς ἃ δὲ κοινὰ σώματι καὶ ψυχῇ, οἷον ἐρῶντα δοκεῖν ἅμα τοῖς παιδικοῖς εἶναι καὶ νοσοῦντα θεραπεύεσθαι καὶσυμμίσγειν ἰατροῖς κοινὰ γὰρ ταῦτα σώματι καὶ ψυχῇ. ἐμεῖν δὲ καὶ καθεύδειν καὶ πάλιν αὖ πίνειν τε καὶ ἐσθίειν ἴδια σώματος ἡγητέον, ὥσπερ ἴδια ψυχῆς χαίρειν τε καὶ λυπεῖσθαι. σαφὲς δὲ ἀπὸ τούτων ὅτι τῶν σωματικῶν ἃ μὲν διʼ ἔνδειαν ἃ δὲ διὰ περισσότητα ὁρᾶται, τῶν δʼ αὖ ψυχικῶν ἃ μὲν διὰ φόβον ἃ δὲ διʼ ἐλπίδα. Περὶ μὲν οὖν ἐνυπνίου τοσαῦτα εἰρήσθω τὸ δὲ ὄνομα αὐτὸ κύριον, οὐχ ᾗ ὑπνοῦντες αὐτὸ ὁρῶσι πάντες, ἐπεὶκαὶ ὄνειρος ὑπνούντων ἔργον ἐστίν, ἀλλʼ ᾗ ἐφʼ ὅσον μὲν ἐνύπνιόν ἐστιν ἐνεργεῖ, παυομένων δὲ τῶν ὕπνων ἀφανίζεται· ὁ δʼ ὄνειρος ἐνύπνιόν τε ὢν ἐνεργεῖ ἄγων εἰς ἐπίστασιν προαγορεύσεως τῶν μελλόντων, καὶ μεθʼ ὕπνον ἐνεργεῖς ἐπάγων τὰς ἐγχειρήσεις ἐγείρειν τε καὶ ὀρείνειν τὴν ψυχὴν πέφυκε, διὰ ταῦτα καὶ τοῦ ὀνόματος αὐτῷ τεθέντος ἀπʼ ἀρχῆς ἢ παρὰ τὸ τὸ ὂν εἴρειν, ὅ ἐατι λέγειν, ὡς ὁ ποιητὴς ‘τὰ δέ τοι νημερτέα εἴρω.ʼ καὶ τὸν πτωχὸν Ἶρον ἐκάλουν οἱ Ἰθακήσιοι ‘οὔνεκεʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι.’

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
