Ancient Greek
Book 1
Artemidorus, Onirocriticon 1.11
Not analysed yet
Χρὴ δὲ κρίνειν τοὺς ὀνείρους ποτὲ μὲν ἀπʼ ἀρχῆς εἰς τέλος ἀποβλέποντα τὸν ὀνειροκρίτην ποτὲ δὲ ἀπὸ τέλους εἰς ἀρχήν ἔστι γὰρ ὅτε ἡ ἀρχὴ τὸ τέλος ἔδειξεν ἀφανὲς ὂν καὶ οὐκ εὐσύνοπτον, ὁτὲ δὲ τὸ τέλος τὴν ἀρχήν. δεῖ δὲ καὶ τοῖς καταπήροις καὶ ὥσπερ οὐκ ἔχουσι λαβὰς ὀνείροις παρ ἑαυτοῦ τι προσφιλοτεχνεῖν, καὶ μάλιστα ἐν οἷς ἢ γράμματά τινα ὁρᾶται διάνοιαν αὐτοτελῆ μὴ περιέχοντα ἢ ὄνομα ἀπρόσλογον, ποτὲ μὲν μετατιθέντα ποτὲ δὲ ἀλλάσσοντα ποτὲ δὲ προστιθέντα γράμματα ἢ συλλαβάς, ἐνίοτε δὲ ἰσόψηφα ἐπινοοῦντα, διʼ ὧν σαφέστερος γένοιτʼ ἂν ὁ λόγος.