# Onirocriticon 1.12

Artemidorus, Onirocriticon, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/1.12

ὅθεν φημὶ δεῖν οἴκοθεν παρεσκευάσθαι καὶ οἰκείᾳ συνέσει χρῆσθαι τὸν ὀνειροκρίτην καὶ μὴ μόνον τοῖς βιβλίοις ἐπανέχειν, ἐπεὶ ὅστις γε τέχνῃ οἴεται ἄνευ φύσεως ἐντελὴς ἔσεσθαι, ἀτελὴς καὶ ἀπέραντος, τοσούτῳ μᾶλλον ὅσῳ πλείονα ἕξιν ἔχει, διατελέσει· καὶ γὰρ τὸ ἀπʼ ἀρχῆς πεπλανῆσθαι ἐπὶ πλέον τὴν πλάνην παρέχει. ἔτι καὶ τὰ μὴ ἐξ ὁλοκλήρου μνημονευόμενα ἄκριτα νόμιζε, ἐάν τε τὸ μέσον ἐάν τε τὸ πέρας ἐπιλάθηταί τις· εἰ μὲν γὰρ τὸν ὑγιᾶ λόγον δεῖ ἐξετάζειν, πᾶν τὸ ὁρώμενον ἀποβαίνει, μόνον δὲ εἰς κατάληψιν ἔρχεται τὸ ἐξ ὁλοκλήρου μνημονευόμενον. ὥσπερ οὖν οἱ θύται τὰ ἀμφίβολα τῶν σημείων οὐχὶ μὴ ἀληθῆ φασιν εἶναι, ἀλλ᾿ αὐτοὶ μὴ καταλαμβάνειν διʼ ὧν ἐπιθύονται, οὕτω τὸν ὀνειροκρίτην, ὧν μὴ ἀκριβῆ δύναται κατάληψιν λαβεῖν, περὶ τούτων οὐ χρὴ ἀποφαίνεσθαι οὐδὲ ἀποσχεδιάζειν, ἐπεὶ αὐτῷ μὲν ἀδοξία τῷ δὲ ἰδόντι βλάβη παρακολουθήσει. ἔτι κἀκεῖνο. ὅσοι τῶν ὀνείρων κακόν τι σημαίνουσιν, ἐὰν ἡ τοῦ ὁρῶντος ψυχὴ μὴ ἀηδῶς ᾖ διατιθεμένη, ἐλάττονα τὰ κακὰ γίνεται καὶ σχεδὸν ἀτελεύτητα· καὶ πάλιν αὖ ὅσοι τῶν ὀνείρων ἀγαθόν τι σημαίνουσιν, ἐὰν μὴ ἡ τῆς ψυχῆς διάθεσις ἡδεῖα ᾖ, τὰ ἀγαθὰ ἀτελεύτητα γίνεται ἢ ἀνόνητα ἢ πάντως γε ἥττονα. διὸ χρὴ ἐπερωτᾶν καθʼ ἕκαστον εἴτε ἡδέως εἴτε ἀηδῶς τοῦτο ἑώρα.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
