Ancient Greek · ~7 min
Book 1
Artemidorus, Onirocriticon 1.13
Not analysed yet
Εἴ τις δόξειε γεννᾶσθαι ὑπὸ γυναικὸς ἡστινοσοῦν, ὧδε κρίνειν προσήκει. πένητι μὲν ἀγαθόν ἕξει γὰρ τὸν θρέψοντα αὐτὸν καὶ ἐπιμελησόμενον αὐτοῦ ὥσπερ καὶ τὰ βρέφη, εἰ μὴ ἄρα χειροτέχνης εἴη· τῷδε γὰρ σχολὴν προαγορεύει· ἀργὰ γὰρ τὰ βρέφη καὶ ἐνειλημένα τὰς χεῖρας τυγχάνει. πλουσίῳ δὲ τὸ μὴ κρατεῖν τῆς οἰκίας σημαίνει ἀλλʼ ὑπό τινων ἄρχεσθαι ὧν οὐ βούλεται καὶ γὰρ τὰ βρέφη ὑπὸ ἄλλων ἄρχεται ὧν οὐ κατὰ γνώμην αὐτοῖς. ἀνδρὶ δὲ γυναῖκα ἔχοντι μὴ ἔγκυον σημαίνει τῆς γυναικὸς στερηθῆναι οὐδὲ γὰρ τὰ βρέφη γυναιξὶ σύνεστιν. ἔτι τῷ ἔχοντι ἔγκυον γυναῖκα σημαίνει παῖδα αὐτῷ γενήσεσθαι ὅμοιον κατὰ πάντα· οὕτω γὰρ ἂν ἄνωθεν αὐτὸς δόξειε γεννᾶσθαι. δούλῳ δὲ σημαίνει τὸ φιλεῖσθαι παρὰ τοῦ δεσπότου κἂν ἁμάρτῃ συγγνώμης ἀξιοῦσθαι, ἐλευθερωθῆναι δὲ οὐδέπω· καὶ γὰρ οὐδὲ τὰ βρέφη ἑαυτῶν ἄρχει, κἂν ἐλεύθερα ᾖ. ἀθληταῖς δὲ κακόν οὔτε γὰρ βαδίζει τὰ βρέφη οὔτε τρέχει, οὔτε ῥῆξαί τινα δύναται, ὅπου γε οὐδὲ βαδίζειν δύναται. τῷ δὲ ἐπὶ ξένης ὄντι τὴν εἰς οἶκον ἀνακομιδὴν σημαίνει, ἵνα ἐπʼ ἀρχὴν ἔλθῃ, ὡς καὶ τὸ γεννώμενον· ἢ πάλιν ἵνα εἰς τὴν γῆν ἔλθῃ, τοῦτʼ ἔστιν εἰς τὴν πατρίδα· κοινὴ γὰρ ἅπασιν ἐπίσης ἐστὶν ἡ γῆ πατρίς. τῷ δὲ νοσοῦντι θάνατον προαγορεύει τὸ ὄναρ, ἐπεὶ καὶ οἱ ἀποθανόντες ἐσχισμένοις ἐνειλοῦνται ῥάκεσιν ὡς καὶ τὰ βρέφη καὶ χαμαὶ τίθενται, καὶ οἷόν περ λόγον ἔχει ἡ ἀρχὴ πρὸς τὸ τέλος, τὸν αὐτὸν καὶ τὸ τέλος πρὸς τὴν ἀρχήν. καὶ τὸν ἀποδράσαι πειρώμενον οὐκ ἐᾷ διαφυγεῖν οὐδὲ τὸν ἀποδημεῖν θέλοντα ἐᾷ τῆς οἰκείας ἐξελθεῖν οὗτος ὁ ὄνειρος· οὐ γὰρ τὰ πρὸ ποδῶν δύναται φυλάξασθαι τὰ βρέφη· προσπταίει γὰρ ἑκάστοτε. ἐν δὲ ταῖς δίκαις τῷ μὲν ἐγκαλοῦντι δεινὸς ὁ ὄνειρος· οὐ γὰρ πείσει τοὺς δικαστὰς διὰ τὸ τραυλὸν τῆς φωνῆς, τῷ δʼ ἐγκαλουμένῳ καὶ φεύγοντι καὶ μάλιστα τῷ δεδιότι καταδικασθῆναι ἄφοβος ὁ ὄνειρος· τὰ γὰρ βρέφη συγγνώμης ἀξιοῦται, ἐὰν ἁμάρτῃ.