# Onirocriticon 1.14

Artemidorus, Onirocriticon, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/1.14

Εἰ δέ τις ἑαυτὸν ὑπολάβοι κυεῖν, εἰ μὲν πένης εἴη, πολλὰ κτήσεται καὶ περιβαλεῖται χρήματα, ὡς καὶ διογκωθῆναι· εἰ δὲ πλούσιος, ἐν βασάνοις ἔσται καὶ φροντίσι. καὶ ὁ γυναῖκα ἔχων στερηθήσεται αὐτῆς, ὡς οὐκέτι χρείαν ἔχων τῆς κυοφορούσης· ὁ δὲ μὴ ἔχων γυναῖκα γήμαι ἂν σφόδρα εὔνουν, ὡς δοκεῖν ταὐτὰ τῇ γυναικὶ πάσχειν· τοῖς δὲ λοιποῖς νόσον σημαίνει. τὸ δὲ ἀποτεκεῖν καὶ ἀπογεννῆσαι οὐ ταὐτὰ τῷ ἴτι δοκεῖν ἐν γαστρὶ ἔχειν σημαίνει, ἀλλὰ τὸν μὲν νοσοῦντα δηλοῖ ἀποθανεῖν ταχέως, ἐπειδὴ πᾶν σῶμα τίκτον πνεῦμα ἐξαφίησι, καὶ ὥσπερ τὸ βρέφος τοῦ περιέχοντος σώματος ἀπαλλάσσεται, οὕτω καὶ ἡ ψυχή· πένητι δὲ καὶ καταχρέῳ καὶ δούλῳ καὶ παντὶ τῷ ἐν περιστάσει ᾑτινιοῦν ὄντι τὰ παρόντα δεινὰ ἀποθέσθαι σημαίνει· καὶ ἡ αἰτία φανερά. καὶ τὰ κρυπτὰ ἐλέγχει, ἐπεὶ τὸ κεκρυμμένον τέως βρέφος ἐξεφάνῃ. πλουσίους δὲ καὶ δανειστὰς καὶ πραγματευτὰς καὶ πάντας τοὺς πιστευομένους βλάπτει· ἃ γὰρ τὸ πρὶν εἶχον ἀπσθήσονται. ἐμπόροις δὲ καὶ ναυκλήροις ἀγαθόν· διαθήσονται γὰρ τὰ φορτία. πολλοὶ δὲ καὶ συγγενεῖς ἀπέβαλον διὰ τὸ ἀφ αἵματος ὂν τὸ βρέφος ἀποβεβλῆαθαι.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
