# Onirocriticon 1.26.1

Artemidorus, Onirocriticon, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/1.26.1

Ὀξὺ ὁρᾶν τοῖς ὀφθαλμοῖς ἀγαθὸν πᾶαιν ἐπίσης. τὸ δὲ ἀμβλυώττειν ἔνδειαν ἀργυρίου δηλοῖ, ἐπειδὴ καὶ τὰ ὄμματα ψήφους ἔχει· ἀπραξίαν δέ, ὅτι οἱ ἀμβλυώττοντες ἧττον τὰ πρὸ ποδῶν ὁρῶσι. τῷ δὲ παῖδας ἔχοντι σημαίνει τοὺς παῖδας νοσῆσαι· ἐοίκασι γὰρ οἱ ὀφθαλμοὶ παισίν, ὅτι καὶ ποθεινοί εἰσι καὶ τοῦ σώματος ὁδηγοὶ καὶ ἡγεμόνες, ὥσπερ καὶ οἱ παῖδες ἐν γήρᾳ γενομένων τῶν γονέων. τὸ δὲ δοκεῖν τετυφλῶσθαι ἀμφοτέρους τοὺς ὀφθαλμοὺς σημαίνει τοῖς παισὶν ὄλεθρον τοῖς τοῦ ἰδόντος καὶ ἀδελφοῖς καὶ γονεῦσι· παισὶ μὲν διὰ τὸν ἔμπροσθεν λόγον ἀδελφοῖς δέ, ὅτι καὶ οἱ ὀφθαλμοὶ ἀδελφοί εἰσιν ἀλλήλων· γονεῦσι δέ, ὅτι καὶ οἱ ὀφθαλμοὶ αἴτιοί εἰσι τοῦ τὸ φῶς ὁρᾶν, ὥσπερ καὶ οἱ γονεῖς. ἡ δὲ τούτων ἀπώλεια τὴν τῶν ὁμοίων ἀπώλειαν προαγορεύει. ἀγαθὸν δὲ τῷ ἐν δεσμοῖς ὄντι τὸ δοκεῖν τυφλούσθαι καὶ τῷ βίῳ ὑπό τινων κατεχομένῳ καὶ σφόδρα πενομένῳ· ὁ μὲν γὰρ οὐκέτι ὄψεται τὰ περὶ αὐτὸν κακά, ὁ δὲ ἕξει τοὺς ὑπηρετήσοντας αὐτῷ· καὶ γὰρ τῷ τυφλῷ προσίασιν ὑπηρετήσοντες οὐκ ὀλίγοι, αὐτός τε τῶν πόνων ἀποπέπαυται. ἀποδημεῖν δὲ κωλύει τὸ ὄναρ καὶ τὸν ἀπόδημον οὔ φησιν ἐπανήξειν εἰς τὴν ἑαυτοῦ· οὔτε γὰρ τὴν ξένην ἔστιν οὔτε τὴν οἰκείαν ἄνευ ὀμμάτων ἰδεῖν. δεινὸν δὲ καὶ στρατιώτῃ καὶ παντὶ τῷ ἐν αὐλῇ βασιλέως ὄντι. ἀθλητῶν δὲ τοῖς μὲν τὰ βαρέα ἀθλοῦσιν ἧτταν προἀγορεύει, δρομεῦσι δὲ νίκην. οἶδα δέ τινα σταδιέα, ὃς μέλλων ἀγωνίζεσθαι Εὐσέβεια τὰ ἐν Ἰταλίᾳ ἀχθέντα πρῶτον ὑπὸ βασιλέως Ἀντωνίνου ἐπὶ τῷ πατρὶ Ἀδριανῷ ἔδοξε τυφλὸς γεγονέναι, καὶ ἐνίκησεν· ἐπίσης γὰρ τῷ τυφλῷ ὁ προάγων ἐν δρόμῳ οὐκ ἂν ἴδοι τοὺς ἀγωνιστάς. δεινὸν δὲ καὶ κυβερνήταις καὶ τοῖς τὰ οὐράνια διασκεπτομένοις καὶ μάντεσι · καὶ εἴ τις ἀπολωλός τι ζητῶν ἴδοι τὸν ὄνειρον τοῦτον, οὐκ ἂν εὕροι, οὐδὲ δραπέτην διώκων καταλάβοι. ποιηταῖς δὲ ἄριστον τὸ τοιοῦτο δεῖ μὲν γὰρ αὐτοῖς πολλῆς ἡσυχίας μέλλουσι ποιήσειν τὰ ἔπη μάλιστα δʼ ἂν οὕτως ἐν ἡσυχίᾳ γένοιντο, εἰ διὰ τὸ μὴ ἔχειν ὄμματα μὴ περιέλκοιντο μήτε ὑπὸ σχημάτων μήτε ὑπὸ χρωμάτων. νοσοῦσι δὲ θάνατον πάντοτε προαγορεύει τὸ ὄναρ τοῦτο διὰ τὸ τοῦ φωτὸς ἀπεστερῆσθαι. οἶδα δέ τινα, ὃς ἔδοξε λέγειν αὐτῷ τινα τῶν ἀξιοπίστων (περὶ δὲ τοῦ τίνες οἱ ἀξιόπιστοι ἐν τῷ, δευτέρῳ βιβλίῳ ἐπιμνησθήσομαι) ‘ὁ πατήρ σου οὐ τέθνηκεν, ἀλλὰ κοιμᾶται.’ τούτου ὁ πατὴρ τυφλὸς ἤδη ἐγεγόνει, καὶ οὐκ εἰς μακρὰν αὐτῷ ἐπεστάλη περὶ τούτου. εἰ δέ τις τὸν ἕτερον τῶν ὀφθαλμῶν τυφλὸς εἶναι δόξειεν, ἀπὸ μέρους τὰ σημαινόμενα γένοιτʼ ἂν αὐτῷ καὶ ὡς εἰπεῖν ἐξ ἡμισείας. ἔτι καὶ τοῦτο χρὴ σκοπεῖν, ὅτι ὁ μὲν δεξιὸς ὀφθαλμὸς σημαίνει υἱὸν καὶ ἀδελφὸν καὶ πατέρα, ὁ δὲ ἀριστερὸς θυγατέρα καὶ ἀδελφὴν καὶ μητέρα δύο δὲ υἱῶν ὄντων θυγατέρων δύο ἢ δύο ἀδελφῶν ὁ μὲν δεξιὸς τὸν πρεσβύτερον υἱὸν ἢ ἀδελφὸν ἢ θυγατέρα τὴν πρεσβυτέραν, ὁ δὲ εὐώνυμος θυγατέρα τὴν νεωτέραν καὶ ἀδελφὸν καὶ υἱὸν τοὺς νεωτέρους. τρεῖς δὲ ἔχειν ὀφθαλμοὶς τέσσαρας ἢ καὶ πλείονας γῆμαι προῃρημένῳ καὶ ἄπαιδι ὁμοίως ἀγαθόν τῷ μὲν γὰρ γυνή, τῷ δὲ παῖς ἔσται καὶ οὕτω περὶ ἓν σῶμα πλείονες ἔσονται ὀφθαλμοί. ἀγαθὸν δὲ καὶ δανειστῇ· πλείονας γὰρ ἕξει ψήφους. χρεώστῃ δὲ πονηρὸν ὁμοίως διὰ τὰς ψήφους. πλουσίῳ δὲ προαγορεύει ἐν πολλῇ φυλακῇ ἑαυτόν τε καὶ τὰ κτήματα ἔχειν διά τινας ἐπιβουλάς· φησὶ γὰρ δεῖν αὐτῷ ὀφθαλμῶν πολλῶν. ἀποδημεῖν δὲ θέλοντι πλάνην προδηλοῖ καὶ πλέοντι παλινδρομίαν διὰ τὸ περιέλκειν τοὺς ὀφθαλμοὺς τοὺς πολλοὺς τὸ φῶς καὶ τὴν αὐγήν. οἶδα δέ τινα, ὃς ἔδοξεν ἔχειν τρεῖς ὀφθαλμούς, καὶ τυφλὸς ἐγένετο, οὐχὶ διὰ τὸν περὶ Κύκλωπα μῦθον, ἀλλὰ διὰ τὸν τρίτον ὀφθαλμόν, ὃς καὶ ἄλλου φωτὸς ἐσήμαινε δεῖσθαι διὰ τὸ μὴ αὔταρκες εἶναι τὸ οἰκεῖον. ἀνδρὶ δὲ πανούργῳ καὶ γυναικὶ ὡραίᾳ πολλοὶ ὀφθαλμοὶ πονηροί· ὃν μὲν γὰρ πλείονες ὀφθαλμοὶ τηρήσουσι, περὶ ἣν δὲ πλείονες ἔσονται μοιχοὶ καταφανεῖς. ἔτι δὲ καὶ εἴ τις ἀλλαχόσε ποι τοὺς ὀφθαλμοὺς ἔχειν δόξειεν, εἰ μὲν ἐν ταῖς χερσὶν ἢ τοῖς ποσί, τυφλὸς ἔσται· εἰ δὲ ἐν ἄλλῳ τινὶ μέρει τοῦ σώματος, αὐτὸ ἐκεῖνο νοσήσει τὸ μέρος ἢ πληγήσεται, ἵνα ταῖς χερσὶν ἢ τοῖς ποσὶ ψηλαφῶν ὥσπερ βλέπῃ ἢ ἵνα ὥσπερ ὀφθαλμὸν ἔχοντι ἐκείνῳ τῷ μέρει μηδεμίαν ὕλην προσφέρειν δύνηται. οἶδα δέ τινα, ὃς ἔδοξεν ἐκπεσόντα αὐτοῦ τὰ ὄμματα ἐπὶ τοὺς πόδας πεσεῖν. καὶ τυφλὸς μὲν οὐκ ἐγένετο, τὰς δὲ θυγατέρας αὐτοῦ οἰκέταις συνῴκισε, καὶ οὕτω τὰ κρείττονα τοῖς ἥττοσιν ἐμίγη. ἀλλοτρίους δὲ δοκεῖν ἔχειν ὀφθαλμοὺς τυφλὸν γενέσθαι σημαίνει καὶ ὑπʼ ἄλλου χειραγωγηθῆναι. εἰ δέ τις ἐπίσταται οὗ εἶχε τὰ ὄμματα, τέκνον ἐκείνου ἀναλήψεται.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
