Ancient Greek
Book 1
Artemidorus, Onirocriticon 1.27
Not analysed yet
Ῥῖνα ἔχειν καλὴν καὶ εὔμορφον ἀγαθὸν πάσι· πολλὴν γὰρ εὐαισθησίαν καὶ πρόνοιαν ἐν τοῖς πραττομένοις σημαίνει καὶ πρὸς τοὺς βελτίονας σύστασιν· διὰ γὰρ τῆς ῥινὸς ἀέρα ἐπισπῶντες οἱ ἄνθρωποι βελτίονα ὠφελοῦνται. τὸ δὲ μὴ ἔχειν ῥῖνα ἀναισθησίαν πᾶσι σημαίνει καὶ πρὸς τοὺς ὑπερέχοντας ἔχθραν καὶ τῷ νοσοῦντι θάνατον· καὶ γὰρ τὰ κρανία τῶν ἀποθανόντων ἄνευ ῥινὸς εὑρίσκεται. δύο δὲ ἔχειν ῥῖνας στάσεις πρὸς τοὺς οἰκείους σημαίνει· στάσεις μέν, ἐπεὶ τὰ διπλᾶ πάντα τά γε παρὰ φύσιν στάσεως ἐστι σημαντικά· πρὸς δὲ τοὺς οἰκείους, ὅτι μὴ ἀλλοτρία ἡ ῥίς. Παρειὰς παχείας ἔχειν ἀγαθὸν παντί, μάλιστα δὲ γυναιξί τὸ δὲ ἰσχνὰς ἢ ἡλκωμένας ἔχειν λύπην ἢ πένθος σημαίνει· ἰσχνὰς μὲν λύπην, ἡλκωμένας δὲ πένθος· καὶ γὰρ ἐν τοῖς πένθεσι λωβῶνται τὰς παρειὰς οἱ ἄνθρωποι.