# Onirocriticon 1.30

Artemidorus, Onirocriticon, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/1.30

Γένειον ἔχειν μέγα καὶ λάσιον ἀνδρὶ λόγων ἐπιμελουμένῳ καὶ φιλοσοφοῦντι ἀγαθὸν καὶ τοῖς ἐπὶ τὸ πράσσειν ὡρμημένοις· οὓς μὲν γὰρ κοσμίους, οὓς δὲ φοβεροὺς ποιεῖ. γυνὴ δὲ εἰ δόξειε πώγωνα ἔχειν, ἐὰν μὲν ᾖ χήρα, γαμηθήσεται ἐὰν δὲ ἄνδρα ἔχῃ, ἀπαλλαγήσεται τοῦ ἀνδρός ἡ μὲν γὰρ ἕξει σφόδρα εὔνουν ἄνδρα, ὡς δοκεῖν τὰ πρόσωπα μεμῖχθαι ἡ δὲ ἀποστήσεται τοῦ ἀνδρὸς καὶ τὸν ἑαυτῆς οἶκον οἰκονομήσει, ὡς δῆθεν ἅμα γυνή τε καὶ ἀνὴρ οὖσα, εἰ μὴ ἄρα ἐν γαστρὶ ἔχοι ἢ δίκην ἔχοι· ἡ μὲν γὰρ ἄρρεν τέξεται, ὃ γενόμενον τέλειον ἐπιδοῦσα αὐτὴ δόξει πώγωνα ἔχειν, ἡ δὲ ἀκαταφρόνητος ὥσπερ ἀνδρεία μενεῖ. παιδὶ δὲ κομιδῇ νέῳ θάνατον σημαίνει διὰ τὸ προλαβεῖν τὴν ἡλικίαν, τῷ δὲ ἤδη νεανίσκῳ ὄντι καὶ οὐκ εἰς μακρὰν οἴσοντι γένεια ἐφʼ ἑαυτῷ σημαίνει γενέσθαι, ἐάν τε δοῦλος ἐάν τε ἐλεύθερος τύχῃ ὤν, ἵνʼ ᾖ τέλειος καὶ ἑαυτοῦ προνοῇ. ἀπορρέον δὲ τὸ γένειον ἢ ἀποξυρώμενον ἢ βίᾳ πρός τινος ἀποσπώμενον ἰδεῖν πρὸς τῷ τοὺς ἀφʼ αἵματος διαφθείρειν βλάβας ἅμα καὶ αἰσχύνας προδηλοῖ.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
