# Onirocriticon 1.37

Artemidorus, Onirocriticon, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/1.37

Λέοντος καὶ λύκου καὶ παρδάλεως καὶ ἐλέφαντος κεφαλὴν δοκεῖν ἔχειν ἀντὶ τῆς ἑαυτοῦ ἀγαθόν· μείζοσι γὰρ ἢ καθ’ ἑαυτὸν ἐγχειρήσας ὁ ἰδὼν πράγμασιν ἐπὶ τούτοις νίκης τεύξεται καὶ περιγενόμενος ὠφεληθήσεται πολλά, φοβερὸς μὲν τοῖς ἐναντίοις ἐπαχθὴς δὲ τοῖς ἰδίοις γενόμενος. πολλοὶ δὲ καὶ ἐπʼ ἀρχὰς καὶ ἡγεμονίας ὁρμήσαντες ἐπὶ τούτοις ἔτυχον. κυνὸς δὲ ἢ ἵππου ἢ ὄνου τινος τῶν ἄλλων τετραπόδων ἢ πετεινοῦ κεφαλὴν δοκεῖν ἔχειν ἀντὶ τῆς ἑαυτοῦ, εἰ μὲν τετραπόδου, δουλείαν καὶ ταλαιπωρίαν σημαίνει· εἰ δέ τινος τῶν πετεινῶν, τὸ μὴ μεῖναι ἐν τοῖς οἰκείοις χωρίοις, ἢ διὰ τὴν πτῆσιν, ὅτι τὰ ὀρνιθογενῆ οὐ μένει παρὰ τοῖς γονεῦσιν.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
