# Onirocriticon 1.38-40

Artemidorus, Onirocriticon, 1.38 to 1.40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/1.38

Ἐν ταῖς χερσὶ τὴν κεφαλὴν ἔχειν τὴν ἑαυτοῦ ἀγαθὸν ἄπαιδι καὶ ἀγάμῳ καὶ τῷ ἀπόδημον προσδεχομένῳ. εἰ δέ τις τημελήσειε τὴν κεφαλήν, οἰκονομήσει τι τῶν περὶ αὐτὸν κακῶς ἐχόντων καὶ διαλύσει τι τῶν ἐν τῷ βίῳ μοχθηρῶν. τὸ δʼ αὐτὸ σημαίνει καὶ εἴ τις ἅμα κρατῶν ταῖς χερσὶ τὴν ἑαυτοῦ κεφαλὴν ἑτέραν ἔχειν νομίσειε τῆς κατὰ φύσιν. Κέρατα ἔχειν προσπεφυκότα βοὸς ἢ ἄλλου τινὸς ζῷου βιαίου ἐπάγει βιαίους θανάτους· ὡς δʼ ἐπὶ τὸ πολὺ τραχηλοκοπηθῆναι τὸν ἰδόντα σημαίνει· τοῦτο γὰρ καὶ τοῖς κέρατα φοροῦσι ζῴοις συμβαίνει. Ὦμοι παχεῖς καὶ εὔσαρκοι πᾶσιν ἀγαθοὶ πλὴν τῶν ἐν δεσμοῖς ὄντων καὶ εἰρκτῇ· εὐανδρίαν γὰρ καὶ εὐπραξίαν σημαίνοντες τούτοις μόνοις εἰσὶ πονηροί· πλείονι γὰρ χρόνῳ ὑπομενοῦσι τὰ δεινά, ὡς ἔτι τῶν ὤμων ἀντέχειν δυναμένων. εἰ δέ τι πάθοιεν οἱ ὦμοι, τὰ ἐναντία τοῖς προειρημένοις σημαίνουσι, πολλάκις δὲ καὶ ἀδελφοῦ θάνατον ἢ νόσον· καὶ γὰρ οἱ ὦμοι ἀδελφοί εἰσιν ἀλλήλων.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
