Ancient Greek · ~7 min
Book 1
Artemidorus, Onirocriticon 1.48
Not analysed yet
Αἱ κνῆμαι ἔμπροσθέν τε καὶ ὄπισθεν τὰ αὐτὰ τοῖς γόνασι σημαίνουσι. σφυρὰ δὲ καὶ πόδες ἄκροι τὰ μὲν ἄλλα ἐπίσης τοῖς γόνασι σημαίνουσιν, ἐν δὲ τῷ μὴ ἀπελευθέρους ἀλλὰ δούλους σημαίνειν διαφέρουσί. Πλείονας πόδας ἔχειν ἀγαθὸν ἐμπόρῳ καὶ ναυκλήρῳ καὶ παντὶ τῷ μισθωτοὺς τρέφοντι· σομάτων γὰρ πλειόνων ἄρξουσι. κυβερνήτῃ δὲ ἰδόντι τὸ ὄναρ γαλήνην σημαίνει· πλείοσι γὰρ τοσὶ χρήσεται τῆς ωεὼς ἐρεσσομένης. ἀγαθὸν καὶ πένητι· κτήσεται γὰρ οἰκέτας. πλουσίῳ δὲ νόσον σημαίνει, ἵνα μὴ τοῖς αὑτοῦ ποσὶ μόνοις ἀλλὰ καὶ τοῖς τῶν βασταζόντων χρώμενος πλείονας ἔχειν δοκῇ. πολλούς δὲ τὸ ὄναρ τοῦτο καὶ τυφλοὺς ἐποίησεν, ἵνα χειραγωγοῖς χρήσωνται· καὶ πανούργους ἔδησεν, ἵνα μετὰ φυλάκων καὶ μὴ μόνοι προέρχωνται. οἶδα δέ τινα, ὃς ἔδοξε τοῦ παντὸς σώματος ἀτρέμα μένοντος τοὺς πόδας αὐτοῦ μόνους βαδίζειν καὶ προβαίνειν μὲν μηδὲ βραχύ, ὅμως δὲ κινεῖσθαι. συνέβη αὐτῷ εἰς ἀντλίαν καταδικασθῆναι· καὶ γὰρ τοῖς ἀντλοῦσι συμβέβηκε διαβαίνειν μὲν ὡς βαδίζουσιν, ἀεὶ δέ μένειν ἐν τῷ αὐτῷ τόπῳ. ἔτι καὶ ἄλλος ἔδοξεν ἀπὸ τῶν ποδῶν αὐτοῦ ῥεῖν ὕδωρ, καὶ συνέβη καὶ τούτῳ εἰς ἀντλίαν καταδικασθῆναι ὄντι πανούργῳ, καὶ τοῦτον τὸν τρόπον ἀπὸ τῶν ποδῶν αὐτοῦ ἔρρευσεν ὕδωρ. ἕτερος δὲ τὸν αὐτὸν ἰδὼν ὄνειρον οὐκ ὢν πανοῦργος ὑδρωπίασε. τὸ δὲ δοκεῖν καιομένους ἰδεῖν τοὺς πόδας πᾶσιν ἐπίσης κακὸν καὶ σημαίνει ἀποβολὴν καὶ διαφθορὰν τῶν ὑπαρχόντων, ναὶ μὴν καὶ παίδων καὶ δούλων ἐπίσης γὰρ τοῖς θεράπουσιν οἱ παῖδες ὑπηρετοῦσί τε τοῖς γονεῦσι καὶ θεραπεύουσιν αὐτοὺς ὥσπερ οἰκέται. ὅπερ τοὺς πολλοὺς ἔλαθε τῶν ὀνειροκριτῶν ἡγουμένους ὅτι οἱ πόδες μόνους οἰκέτας σημαίνουσι. μόνοις δέ τὸ ὄναρ τοῦτο δρομεῦσι συμφέρει, ὅταν πρὸς ἀγῶνα ὄντες ἴδωσι θᾶττον γὰρ καὶ ὡς εἰπεῖν ἐκ πυρὸς ἁρπάσουσι τὰ σκέλη.