Ancient Greek
Book 1
Artemidorus, Onirocriticon 1.55
Not analysed yet
Τροχὸν ἐλαύνειν πόνοις περιπεσεῖν σημαίνει, ἐξ ὧν ἀπόλαυσις τῷ ἰδόντι περιέσται. ἁρπαστὸν δὲ καὶ σφαῖρα φιλονεικίας ἀπεράντους σημαίνουσι, πολλάκις δὲ καὶ ἑταίρας ἔρωτα· ἔοικε γὰρ ἡ σφαῖρα καὶ τὸ ἁρπαστὸν ἑταίρᾳ διὰ τὸ μηδαμοῦ μένειν καὶ πρὸς πολλοὺς φοιτᾶν. ἁλτῆρες δὲ καὶ ἡ διʼ αὐτῶν γυμνασία τὸ μὲν παρὸν ἀπραξίας καὶ πόνους, αὖθις δὲ πράξεις μετὰ ῥᾳστώνης προαγορεύουσιν ἔστι γὰρ τὸ τοιοῦτο γυμνάσιον οὐδὲν ἄλλο ἢ παρασκευὴ χειρῶν. θύλακοι δέ καὶ σφῆνες καὶ ὑπεράλματα καὶ ὅσα ἄλλα τοιαῦτα γυμνάσια παιδικὰ φιλονεικίας προαγορεύουσι. περὶ δὲ πάλης ἐν τοῖς περὶ ἀγώνων ἐροῦμεν, ἵνα μὴ τὰ αὐτὰ δὶς γράφωμεν.