# Onirocriticon 1.56.1

Artemidorus, Onirocriticon, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/1.56.1

Σαλπίζειν δοκεῖν σάλπιγγι τῇ ἱερᾷ ἀγαθὸν τοῖς βουλομένοις συγγενέσθαι τισὶ καὶ τοῖς ἀπολωλεκόσιν ἀνδράποδα ἤ τινας τῶν οἰκετῶν· καὶ γὰρ ἐν πολέμῳ συνάγει τοὺς ἐσκορπισμένους τὸ ὄργανον τοῦτο. τὰ δὲ κρυπτὰ ἐλέγχει διὰ τὸ μεγαλόφωνον. καὶ τοὺς νοσοῦντας ἀναιρεῖ· σύγκειται γὰρ ἐξ ὀστῶν καὶ χαλκοῦ, διʼ ὧν ἕξεισι μὲν τὸ πνεῦμα, οὐχ ὑποστρέφει δέ. δούλους δὲ καὶ πάντας τοὺς ἐν ὑπηρεσίᾳ ὄντας τῆς δουλείας ἐλευθεροῖ ἴδιον γὰρ ἐλευθέρων τὸ ὄργανον. στρογγύλῃ δὲ σάλπιγγι σαλπίζειν πονηρόν οὐ γὰρ ἱερὸν τὸ ὄργανον ἀλλὰ πολεμιστήριον, καὶ ὅσα τῷ στόματι λέγει ὁ τῷ ὀργάνῳ τούτῳ χρώμενος, ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνατρέχει. ὅθεν οὐδὲ ἐγκαλεῖν τισιν ἐπιτρέπει. οἵῳ δʼ ἄν ὀργάνῳ σαλπίζοντός τινός τις ἀκούσῃ, ταραχθήσεται εἰ δὲ αὐτὸ μόνον ἴδοι σάλπιγγα, κενῷ περιπεσεῖται φόβῳ. τὸ δὲ κηρύσσειν τὰ αὐτὰ τῷ σαλπίζειν σημαίνει, πλὴν ὅτι τοὺς δούλους οὐ χάριτι τῶν δεσποτῶν ἀλλὰ ἀναφωνήσαντας ἐλευθερωθῆναι λέγει. αὐλεῖν δὲ πενθικοῖς αὐλοῖς πένθος ἢ ἀνάλογον πένθει λύπην σημαίνει καὶ τοὺς νοσοῦντας ἀναιρεῖ. καλαμίοις δὲ αὐλεῖν ἀγαθὸν πᾶσι καὶ σπονδαυλεῖν. ψάλλειν δὲ καὶ κιθαρίζειν πρὸς μὲν γάμον καὶ κοινωνίαν ἀγαθὸν διὰ τὴν ἁρμονίαν, πρὸς δὲ τὰς ἄλλας ἐγχειρήσεις πονηρὸν καὶ στάσεων αἴτιον διὰ τὴν ἐπίτασιν, πολλοῖς δὲ καὶ ποδάγραν ᾐνίξατο διὰ τὰ νεῦρα. καὶ τὸ κιθαρῳδεῖν δʼ εἰς τὸν αὐτὸν κατατακτέον λόγον. τραγῳδεῖν δὲ ἢ τραγικὰ ἔχειν δράματα ἢ ἀναπλάσματα ἢ τραγῳδῶν ἀκούειν ἤ ἰαμβεῖα λέγειν μεμνημένῳ μὲν τῶν εἰρημένων κατὰ τὴν περιοχὴν τὰ ἀποτελέσματα γίγνεται, οὐ μεμνημένῳ δὲ ταλαιπωρίαι καὶ δουλεῖαι καὶ μάχαι καὶ ὕβρεις καὶ κίνδυνοι καὶ εἴ τι τούτων δεινότερον ἢ ὠνότερον· τοιούτων γάρ εἰσιν αἱ τραγῳδίαι μεσταί. τὸ δὲ κωμῳδεῖν κωμῳδῶν ἀκούειν κωμικὰ ἔχειν ἀναπλάσματα βιβλία, τὰ μὲν τῆς παλαιᾶς κωμῳδίας σκώμματα καὶ στάσεις σημαίνει, τὰ δὲ τῆς καθʼ ἡμᾶς κωμῳδίας τὰ μὲν ἄλλα ἴσα τῇ τραγῳδίᾳ σημαίνει, τὰ δὲ τέλη χρηστὰ καὶ ἀγαθὰ ὑπαγορεύει· τοιαῦται γάρ εἰσιν αἱ ὑποθέσεις τῶν κωμικῶν δραμάτων. χοροὶ δὲ καί ὑμνῳδίαι ὑποκρίσεις καὶ ἀπάτας σημαίνουσι· τὰ γὰρ οὐ προσόντα τισὶ κερδῶν ἰδίων χάριν οἱ μελοποιοὶ σεμνύνουσι. ποιητὰς δὲ καὶ ἐγκωμιογράφους καὶ πάντας τοὺς λογοποιοὺς εἰς τὴν αὐτὴν τοῖς χοροῖς ἀνακτέον μοῖραν οὐδὲν διαφέρειν ἡγούμενον ἐάν τε αὐτός τι τούτων ποιεῖν ὑπολάβῃ τις ἐάν τε γινομένοις παρατυγχάνῃ. περὶ δὲ πυρρίχης καὶ ὀρχήσεως μετὰ στροφῆς ἐν τοῖς περὶ στεφάνων ἐροῦμεν, ἔνθα καὶ περὶ ἀσμάτων καλῶς ἐχει διαλαβεῖν νυνὶ δὲ περὶ τῶν ἱππικῶν καὶ γυμνικῶν ἑξῆς διελοῦμεν. ἵππον κέλητα ἐλαύνειν καλῶς πειθόμενον τῷ ῥυτῆρι καὶ αὐτῷ τῷ ἐλαύνοντι ἀγαθὸν ἐπίσης πᾶσιν· ἵππος γὰρ γυναικὶ μὲν καὶ ἐρωμένῃ τὸν αὐτὸν ἔχει λόγον, ὅτι καὶ ἐπὶ κάλλει μέγα φρονεῖ καὶ τὸν ἐλατῆρα βαστάζει. ὅμοιος δέ ἐστι καὶ πλοίῳ ἁλὸς μὲν γὰρ ἵππους καὶ ὁ ποιητὴς τὰς ναῦς λέγει, ἡμεῖς δὲ τὸν Ποσειδῶνα Ἥππιον καλοῦμεν, καὶ ὃν ἔχει λόγον ἐν γῇ ἵππος, τὸν αὐτὸν καὶ ἐν θαλάσσῃ ναῦς. ὅμοιος δʼ ἄν εἴη καὶ δεσπότῃ ἐργοδότῃ καὶ φίλῳ τρέφοντι καὶ παντὶ τῷ βαστάζοντι. ὅπως ἂν οὖν ὁ ἵππος τὸν ἰδόντα φέρῃ, οὕτω καὶ γυνὴ καὶ ἐρωμένη καὶ δεσπότης καὶ φίλος καὶ ναῦς τὸν ἰδόντα διαθήσουσι. συνωρὶς δʼ οὐδὲν ἵππου κέλητος διαφέρει, εἰ μὴ τοῖς νοσοῦσι θάνατον γὰρ αὐτοῖς προαγορεύει, ὥσπερ καὶ ἅρμα τέτρωρον, ὃ καὶ αὐτὸ τὰ μὲν ἄλλα ἐπίσης τῷ κέλητι σημαίνει, ἀθλητῶν δὲ τοῖς μὲν τὰ βαρέα ἀθλοῦσιν ἀγαθὸνἄν εἴη καὶ νικηφόρον, εἰσελάσουσι γάρ· τοῖς δὲ τρέχουσιν ἧτταν σημαίνει, οὐ γὰρ ἱκανοὺς εἶναι τοῖς ποσὶ τοῖς ἰδίοις χρῆσθαί φησι τὸ ὄναρ. φημὶ δὲ καὶ γυναιξὶ καὶ παρθένοις ἐλευθέραις ἅμα καὶ πλουσίαις ἀγαθὸν εἶναι τὸ διὰ πόλεως ἅρμα ἐλαύνειν· ἀγαθὰς γὰρ ἱερωσύνας αὐταῖς περιποιεῖ· πενιχραῖς δὲ πορνείαν τὸ διὰ πόλεως ἱππάζεσθαι προαγορεύει· δούλοις δὲ ἐλευθερίαν ἴδιον γὰρ ἐλευθέρων τὸ διὰ πόλεως ἱππεύειν. εἰσελαύνειν δὲ εἰς πόλιν ἀθλητῇ ἀγαθὸν καὶ νοσοῦντι· ὁ μὲν γὰρ ἱερονίκης ἔσται, ὁ δὲ οὐ τεθνήξεται. τὸ δὲ ἐξελαύνειν πόλεως ἀμφοτέροις κακόν· ὁ μὲν γὰρ ἐξενεχθήσεται, ὁ δὲ οὐ νικήσει. διὰ δὲ τῆς ἐρήμου ἅρμα ἐλαύνειν παντὶ δήπουθεν τῷ ἰδόντι θάνατον οὐκ εἰς μακρὰν ἐσόμενον προαγορεύει.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
