Ancient Greek · ~1 min
Book 1
Artemidorus, Onirocriticon 1.59
Not analysed yet
Ἐγκρίνεσθαι πᾶσιν ἀγαθόν. ἀθληταῖς δὲ παισὶ μὲν οὐκ ἐπίσημον διὰ τὴν τῆς ἐγκρίσεως ἡλικίαν, ἀνδράσι δὲ ἄπρακτον παιδικὴ γὰρ ἡ ἔγκρισις. τὸ δὲ δοκεῖν ἐκκρίνεσθαι πάντας βλάπτον ἔτι καὶ τοὺς νοσοῦντας ἀναιρεῖ. οἶδα δέ τινα, ὃς ἔδοξεν Ὀλυμπίασιν ἐκκρίνεσθαι, καὶ εἰς μέταλλον κατεκρίθη διὰ τὸ τοῦ ἱεροῦ ἀγῶνος μὴ μετεῖναι αὐτῷ.