# Onirocriticon 1.60

Artemidorus, Onirocriticon, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/1.60

Παλαίειν τινὶ τῶν ἀφʼ αἵματος ἢ φίλῳ στασιάσαι πρὸς αὐτὸν καὶ φιλονεικῆσαι σημαίνει· ἐπὶ δὲ τῶν ἤδη στασιαζόντων ὁποτέρου ἄν παλαίοντος ὄναρ ἡ νίκη γένηται, τούτου καὶ μεθʼ ἡμέραν τὸ κράτος ἔσται, εἰ μὴ περὶ γῆς μάχοιντο· ἐν γὰρ ταῖς τοιαύταις ἀμφισβητήσεσιν ἄμεινον πίπτειν, εἰ μὴ καὶ ῥήσσων τις κάτωθεν εἴη τοῦ γὰρ πρὸς τῇ γῇ γινομένου καὶ ἡ γῆ γίνεται. οἶδα δὲ τινα, ὃς ἔδοξε παλαίειν καὶ ἐκ δακτύλων δύο περὶ μίαν τὸ λεγόμενον ποήσας ῥῆξαι τὸν ἀντίπαλον. τούτῳ συνέβη νικῆσαι γραμμάτων ἐπιλαβομένῳ ὑπὸ τοῦ ἀντιδίκου γεγραμμένων. τὸ δὲ πρός τινα τῶν οὐ γνωρίμων παλαίειν κινδύνους διὰ νόσων ἐπιφέρει· ὅπερ γὰρ ὁ παλαιστὴς βούλεται τὸν ἀντίπαλον διαθεῖναι, τοῦτο καὶ ἡ νόσος τὸν κάμνοντα, τοῦτʼ ἔστι τῇ γῇ δοῦναι. πεσόντι μὲν οὖν ἀπόκειται θάνατος, ῥήξαντι δὲ σωτηρία. ἔτι καὶ τὸ ἄνδρα ὄντα παιδὶ παλαίειν οὐδαμῶς ἀγαθόν ἐάν τε γὰρ ῥήξῃ τὸν παῖδα, καταθάψει τινά ἐάν τε ὑπὸ τοῦ παιδὸς καταπαλαισθῇ, πτρὸς τῇ ματαιοπονία καὶ χλεύην καὶ νόσον ὑπομενεῖ· χλεύην μὲν διὰ τὸ ἀκόλουθον, νόσον δὲ διὰ τὸ ἁπαλωτέρου σώματος ἡττᾶσθαι. παιδὶ δὲ ἀγαθὸν τὸ ἄνδρα καταπαλαῖσαι· τῶν γὰρ παρὰ προσδοκίαν μεγάλων τεύξεται. ἁλλ’ οὐκ ἀθλητῇ παιδὶ ἀγαθόν οὐ γὰρ ἐγκριθῆναι σημαίνει τοῖς παισί. νεκρῷ δὲ παλαίειν νοσῆσαι σημαίνει ἤ τῶν τοῦ νεκροῦ ἐκγόνων τινὶ ἢ κληρονόμων φιλονεικῆσαι. ἀεὶ δὲ ἄμεινον τὸ ῥήσσειν.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
