Ancient Greek
Book 1
Artemidorus, Onirocriticon 1.62
Not analysed yet
Τὸ δὲ παγκράτιον τὰ αὐτὰ τῇ πάλη καὶ τῇ πυγμῇ σημαίνει πλὴν τῆς βλάβης, ἰσχυροτέρας δὲ τὰς στάσεις ἐπιφέρει διὰ τὴν μάχην. ἀεὶ δὲ ἄμεινον ἐν ἀμφοτέροις νικᾶν. ὅπως δʼ ἂν ἀγωνίσηται δοῦλος ἐν ἱερῷ ἀγῶνι καὶ νικήσῃ καὶ στεφανωθῇ, ἀνακηρυχθεὶς ἐλεύθερος ἔσται ἴδια γὰρ ταῦτα ἐλευθέρων. μεμνῆσθαι δὲ χρὴ ὅτι ἐν ἱερῷ ἀγῶνι μόνον, ἐπεὶ ἀλλαχόθι γε οὐκ ἔστι τὸ αὐτό. καὶ τοῖς ἄλλοις δὲ ἀνθρώποις τὰ ἆθλα καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ ἐπὶ τέλος ἄγει, ὅταν μέχρι στεφάνου τις ἀφίκηται.