Ancient Greek
Book 1
Artemidorus, Onirocriticon 1.66
Not analysed yet
Πίνειν ὕδωρ ψυχρὸν ἀγαθὸν πᾶσι θερμὸν δὲ ὕδωρ νόσους ἢ ἀπραξίας σημαίνει πᾶσι χωρὶς τῶν ἔθος ἐχόντων οὐ γὰρ κατὰ φύσιν ἔχει τὸ θερμὸν ὕδωρ. οἶνον δὲ πίνειν ὀλίγον μὴ ἐν μεγάλοις ποτηρίοις καὶ μὴ μεθύσκεσθαι ἀγαθόν. δοκεῖ δέ μοι ἐν καιρῷ ἄν τις εἰπεῖν τὸ Ξενοφῶντος τοῦ Σωκρατικοῦ ὁ σἶνος τὰς μὲν λύπας ὥσπερ μανδραγόρας ἄνδρας κοιμίζει τὰς δὲ φιλοφροσύνας ὥσπερ ἔλαιον φλόγα ἐγείρει. ʼ τούτου δʼ ἕνεκεν προσήκει τὸ αὐτάρκη καὶ ὀλίγον δοκεῖν πίνειν. ἐπεὶ τό γε πολὺν καὶ ἄμετρον πίνειν πολλῶν κακῶν αἴτιον καθίσταται πᾶσιν ἐπίσης. ἐνταῦθα δʼ ἀρθῶς ἄν τις εἴποι τὸ Θεόγνιδος οἶνος πινόμενος πουλὺς κακός· ἤν δέ τις αὐτὸν πίνῃ ἐπισταμένως, οὐ κακὸς ἀλλʼ ἀγαθός. ἐγὼ δέ φημι οὐ μόνον τὸ πίνειν πολὺν οἶνον εἶναι πονηρὸν ἀλλὰ καὶ τὸ ἐν πολλοῖς πίνουσιν ἀναστρέφεσθαι ἕπεται γὰρ ἀεὶ τῇ μέθῃ παροινία, ἐξ ἧς στάσις ἡ πολέμου μήτηρ γεννᾶται. οἰνόμελι δὲ καὶ μελίμηλον καὶ ὑδρόμηλον καὶ μυρτίτην καὶ πάντα τὸν ἐσκευασμένον οἶνον πίνειν πλουσίοις μὲν ἀγαθὸν διὰ τὸ τρυφᾶν, πένησι δὲ μοχθηρόν· οὐ γὰρ πρότερον ὁρμῶσιν ἐπὶ τὰ τοιαῦτα πόματα εἰ μὴ ὑπὸ νόσου ἀναγκάζοιντο. ὄξος δὲ πίνειν δοκεῖν στασιάσαι σημαίνει πρὸς τοὺς οἰκείους διὰ τὴν τοῦ στόματος συστροφήν. γάρον δὲ πίνειν φθίσιν σημαίνει. ἔστι γὰρ οὐδὲν ἄλλο ὁ γάρος ἢ σηπεδών. ἔλαιον δὲ πίνειν φαρμακίαν νόσον σημαίνει. ἀεὶ δὲ ἀγαθὸν τὸ διψῶντα πίνειν. τὸ δὲ μὴ εὑρεῖν ὅ τί τις πίῃ καὶ ἐπὶ ποταμὸν ἢ κρήνην ἢ φρέαρ ἐλθόντα μὴ καταλαβεῖν ὕδωρ οὐδὲν τῶν κατ᾿ ἐπιθυμίαν πρᾶξαι σημαίνει· τὸ μὲν γὰρ διψῆν οὐδὲν ἄλλο ἐστὶν ἢ ἐπιθυμεῖν, τὸ δὲ πίνειν τῆς ἐπιθυμίας ἀνάπαυλαν ἔχει. χρὴ δὲ καὶ τοῦτο σκοπεῖν, ὅτι τῶν ποτηρίων τὰ μὲν χρυσᾶ καὶ ἀργυρᾶ καὶ ὀστράκινα πᾶσιν ἀγαθὰ καὶ ἀσφαλείας πολλῆς σημαντικὰ καθίσταται, τὰ μὲν ὡς ἐξ ὕλης στερεᾶς, τὰ δʼ ὡς ἐκ συντρόφου. ἔτι καὶ τὰ κεράτινα διὰ τὴν ἀρχαιότητα καὶ διὰ τὸ ἄθραυστον ἀγαθά, τὰ δὲ ὑάλινα μοχθηρὰ διὰ τὴν ὕλην, ἔστι δʼ ὅτε καὶ κινδύνων προαγορευτικὰ διὰ τὸ εὐκατέακτον, καὶ τὰ κρυπτὰ ἐλέγχει διὰ τὸ διαφανές. ἔστι δέ τις καὶ ἕτερος λόγος ὀρθῶς ἔχων ὡς ἄρα τὰ ποτήρια σημαίνει τοὺς προσιόντας τοῖς χείλεσιν. ὅθεν εἰ κατεάσσοιτο, τούτων τινὰς ἀποθανεῖσθαι δηλοῖ. εἰ δέ τις εἴη μόνος, αὐτῷ θάνατον σημαίνει. τοῦτο δὲ καὶ αὐτὸς ἐτήρησα. τοῖς δὲ πλέουσι τὸ δοκεῖν κατεάσσειν ποτήρια ναυάγιον προαγορεύει. αὕτη μὲν οὖν ἡ παλαιὰ διαίρεσις· νυνὶ δὲ πολλάκις ἀποβὰν εἰς ἡμᾶς ἧλθεν ὄναρ τοιοῦτον ἔστι τινὰ τῶν ποτηρίων στενόστομα οὐ πάλαι ὑπʼ ἀνθρώπων εὐρημένα. ταῦτα κατεασσόμενα πάσης θλίψεως καὶ στενοχυρίας λύσιν ὑπισχνεῖται.