# Onirocriticon 1.67

Artemidorus, Onirocriticon, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/1.67

Ἑξῆς δὲ περὶ τροφῆς ξηρᾶς ποιούμενοι τὸν λόγον ἀρξόμεθα ἀπὸ λαχάνων. τῶν λαχάνων ὅσα ὄδωδε μετὰ τὸ βρωθῆναι, τὰ κρυπτὰ ἐλέγχει καὶ πρὸς τοὺς συνοικοῦντας μῖσος ἐργάζεται, οἷον ῥάφανος σέρις πράσα τὰ κειρόμενα· ὅσα δὲ ἀποξύεται τρωκτὰ ὄντα, βλάβην σημαίνει διὰ τὴν ἀποβολὴν τῶν περισσῶν, οἷον θριδακίναι καὶ εἴ τι ἄλλο ὅμοιον. κίτρια δὲ διὰ τὸ ἀκανθῶδες καὶ ὀξὺ ὀδύνας σημαίνει. ἔτι καὶ ἀνεργασίας · ἔστιγὰρ ἄτροφα. τεῦτλον μαλάχη λάπαθα ὀξυλάπαθα ἀδράφαξυς καταχρέοις μόνοις ἐστὶν ἀγαθὰ διὰ τὸ τὴν γαστέρα ἐκταράσσειν καὶ τὰ ὑποκείμενα σκύβαλα ὑπεξάγειν ἰδίως γὰρ ἡ γαστὴρ καὶ τὰἔντερα δανειστῇ ἔοικε. κεφαλωτὰ δὲ καὶ σταφυλῖνοι καὶ ὅσα ἄλλα ἐστὶ τρόφιμα ὠφελειῶν ἐστι σημαντικά, μόνοις δὲ ἐναντιοῦται τοῖς περὶ γῆς δικαζομένοις· πρόρριζα γὰρ ἀνασπᾶται. κράμβαι δὲ πρὸς οὐδέν εἰσι χρήσιμοι, μάλιστα δὲ καπήλοις καὶ ἀμπελουργοῖς καὶ πᾶσι τοῖς περὶ τὸν Διόνυσον τεχνίταις πονηραὶ καθίστανται, ἐπειδὴ ἄμπελος μόνῃ κράμβῃ οὐ περιπλέκεται. τῶν δὲ λευκῶν λεγομένων λαχάνων γογγύλη μέν καὶ βουνιὰς καὶ κολοκύντη ματαίας ἐλπίδας σημαίνουσιν ἔστι γὰρ πάντα ὄγκος ἄτροφος· τοῖς δὲ νοσοῦσι καὶ τοῖς ὁδεύουσι κατατομάς καὶ διαιρέσεις ὑπὸ σιδήρου γενέσθαι σημαίνουσι διὰ τὸ κατακόπτεσθαι τὰ τοιαῦτα. σίκυοι δὲ περιτεμνόμενοι τοῖς νοσοῦσίν εἰσιν ἀγαθοὶ διὰ τὸ τὰ ὑγρὰ ἀποκρίνειν. πέπονες δὲ πρὸς μὲν φιλίας καὶ συμβιβάσεις εἰσὶν ἀγαθοί, πέπον γὰρ τὸ προσφιλέστατον οἱ ποιηταὶ καλοῦσι· πρὸς δὲ τὰς πράξεις ἄπρακτοι· καὶ γὰρ τὸ ἔκλυτον πέπον καλεῖται. κρόμμυα δὲ καὶ σκόροδα ἐσθίειν μὲν πονηρόν, ἔχειν δὲ ἀγαθόν· μόνοις δὲ τοῖς νοσοῦσι διαφόρως τὰ κρόμμυα ἀποβαίνει. καίτοι περὶ αὐτῶν Ἀλέξανδρος ὁ Μύνδιος ἰσχυρῶς ἀπορήσας τὸ τέλος οὐ κατείληφε. φημ δὲ ἐγώ εἴ τις πολλὰ κρόμμυα δόξειεν ἐσθίειν, τύχοι δὲ νοσῶν, ἀναστήσεται, ἄλλον δέ τινα πενθήσει· εἰ δὲ ὀλίγα, τεθνήξεται. δακρύουσι μὲν γὰρ οἱ ἀποθνήσκοντες ὀλίγα, οἱ δὲ πενθοῦντες πολλά, ἐπειδὴ καὶ ἐπὶ πολὺ δακρύουσι.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
