# Onirocriticon 1.80.1

Artemidorus, Onirocriticon, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/1.80.1

Περὶ δὲ τῆς παρὰ φύσιν συνουσίας ταῦτα ἄν τις λέγοι. ἑαυτῷ μιγῆναι δοκεῖν πλουσίῳ μέν ἀπώλειαν τῆς οὐσίας καὶ πολλὴν ἀπορίαν καὶ λιμὸν μαντεύεται ὡς οὐ παρόντος ἄλλου σώματος, πένητι δέ νόσον μεγάλην βασάνους ὑπερβαλλούσας ἄνευ γὰρ μεγάλης βασάνου οὐκ ἄν τις ἑαυτῷ μιγείη. εἰ δὲ τις ὑπολάβοι καταφιλεῖν τὸ ἑαυτοῦ αἰδοῖον, εἰ μὲν ἄπαις εἴη, παῖδες ἔσονται αὐτῷ· εἰ δὲ ἀποδημοῦντας ἔχοι παῖδας, ἀνακομισθέντας ὄψεται τούτους καὶ καταφιλήσει πολλοὶ δὲ καὶ ἕγημαν ἐπὶ τούτῳ τῷ ὀνείρῳ γυναῖκας οὐκ ἔχοντες. εἰ δʼ ἑαυτόν τις ἀρρητοποιεῖν ὑπολάβοι, πένητι μέν καὶ δούλῳ καὶ καταχρέῳ συμφέρει· τὴν γὰρ ἑαυτῶν ἀνάγκην περιελοῦσι· κακὸν δὲ τῷ παῖδας ἔχοντι καὶ τῷ τεκνῶσαι βουλομένῳ· τῷ μέν γὰρ οἱ ὄντες παῖδες φθαρήσονται, τῷ δὲ οὐκ ἔσονται· τὸ μὲν γὰρ αἰδοῖον παισὶν ἔοικε, τὸ δὲ στόμα τάφῳ· ὅσα γὰρ ἄν λάβῃ τὸ στόμα, ταῦτα διαφθείρει καὶ οὐ φυλάττει. ἔτι καὶ γυναικὸς στερίσκει καὶ ἐρωμένης τὸ ὄναρ τοῦτο· ὁ γὰρ ἑαυτῷ δυνάμενος τὰ ἀφροδίσια παρέχειν γυναικὸς οὐ δεῖται· τοῖς δὲ λοιποῖς ἢ ἀπορίαν βαρεῖαν ἢ νόσον μαντεύεται, ἵνα ἐπὶ τὰ ἀναγκαῖα τροφῆς ἕνεκεν ἔλθωσι, τοῦτ᾿ ἔστιν ὅσα μὴ βούλονται ἀποδῶνται, ἢ ἵνα ὑπὸ τῆς νόσου τακέντος τοῦ σώματος δύνωνται διὰ τὴν ἰσχνότητα τὸ στόμα τῷ αἰδοίῳ προσενεγκεῖν. γυνὴ δὲ γυναῖκα ἐὰν περαίνῃ, τὰ ἑαυτῆς μυστήρια τῇ περαινομένῃ κοινώσεται. ἐὰν δὲ ἀγνοῇ τὴν περαινομένην, ματαίοις ἐπιχειρήσει πράγμασιν. ἐὰν δὲ γυνὴ ὑπὸ γυναικὸς περαίνηται, χωρισθήσεται τοῦ ἀνδρὸς ἢ χηρεύσει· τὰ μέντοι μυστήρια τῆς μιγνυμένης οὐδὲν ἧττον μαθήσεται. θεῷ δέ θεᾷ μιγῆναι ἢ ὑοὸ θεοῦ περανθῆναι νοσοῦντι μὲν θάνατον σημαίνει· τότε γὰρ ἡ ψυχὴ τὰς τῶν θεῶν συνόδους τε καὶ μίξεις μαντεύεται, ὅταν ἐγγὺς ᾖ τοῦ καταλιπεῖν τὸ σῶμα ᾧ ἐνοικεῖ· τοῖς δέ ἄλλοις, ἐὰν μὲν ἥδωνται ἐπὶ τῇ συνουσίᾳ, τὰς ἀπὸ τῶν βελτιόνων ὡφελείας σημαίνει, ἐὰν δὲ μὴ ἥδωνται, φόβους καὶ ταραχάς. Ἀρτέμιδι δέ καὶ Ἀθηνᾷ καὶ Ἑστίᾳ καὶ Ῥέᾳ καὶ Ἥρᾳ καὶ Ἑκάτῃ μιγῆναι μόναις οὐ συμφέρει, κἂν ἥδηταί τις ὄλεθρον γὰρ οὐκ εἰς μακρὰν τῷ ἰδόντι τὸ ὄναρ μαντεύεται· σεμναὶ γὰρ αἱ θεαί, καὶ τοὺς ἐπιχειρήσαντας αὐταῖς οὐκ ἀγαθῶν ἐπιχείρων τυχεῖν ὑπειλήφαμεν. σελήνῃ δέ ἐπιμιγῆναι ναυκλήροις καὶ κυβερνήταις καὶ ἐμπόροις καὶ τοῖς τὰ οὐράνια διασκεπτομένοις καὶ φιλαποδήμοις καὶ πλάνησι πάνυ συμφέρει, τοῖς δὲ λοιποῖς ὑδρωπιάσαι σημαίνει· τοῖς μὲν γὰρ διὰ τὴν κίνησιν, τοῖς δὲ διὰ τὸ μὴ ἄνευ αὐτῆς τὰ θεωρήματα συνεστάναι συλλαμβάντεαι, τοὺς δὲ ὑγρὰ οὖσα διαφθείρει. νεκρῷ δὲ μιγῆναι καὶ ἀνδρὶ καὶ γυναικὶ πλὴν μητρὸς καὶ ἀδελφῆς καὶ γυναικὸς καὶ ἐρωμένης καὶ τὸ περανθῆναι ὑπὸ νεκροῦ πάνυ ἄτοπον οἱ μὲν γὰρ ἀποθανόντες εἰς γῆν μετέβαλον, τὸ δὲ περαίνειν αὐτούς οὐδέν ἐστιν ἄλλο εῖς γῆν ὠθεῖαθαι, καὶ τὸ περαίνεσθαι γῆν εἰς τὸ σῶμα παραδέχεσθαι. ἃ δὴ ἀμφότερα θάνατον σημαίνει πλὴν τῶν ἐν ἀλλοδαπῇ ὄντων καὶ μὴ ἔνθα οἱ νεκροί εἰσι κατατεθαμμένοι· τούτοις γὰρ εἰς ἐκείνην τὴν γῆν ἀνακομιδὴν μαντεύεται. καὶ τούς τῆς γῆς τῆς ἑαυτῶν ἀπαλλακτιῶντας κατέχει. οἵῳ δʼ ἄν τις ὑπολάβῃ θηρρίῳ μιγῆναι, ἐὰν μὲν αὐτὸς ὀχεύῃ, ὠφεληθήσεταί τινας ὡφελείας ἀπὸ τοιούτου τινός, οἷον ἂν ᾖ τὸ θηρίον δείξομεν δὲ τούτων ἕκαστον ἐν τῷ περὶ κυνηγίου καὶ περὶ ζῴων λόγῳ ἐὰν δὲ ὀχεύηται, βίαια καὶ πονηρὰ ὑπομενεῖ πράγματα. πολλοὶ δὲ ἐπὶ τούτοις καὶ ἀπέθανον. περὶ μὲν οὖν συνουσίας ταῦτα.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
