Ancient Greek
Book 2
Artemidorus, Onirocriticon 2.1
Not analysed yet
Περὶ μὲν τοῦ δοκεῖν ἐξ ὕπνου ἐγείρεσθαι ἐν τῷ περὶ ὕπνου προείρηκα λόγῳ, αὐτὸ δὲ τὸ ἐγρηγορέναι δοκεῖν νυκτὸς κατακεκλιμένον ἐν τῇ κοίτῃ φροντίδας ὑπερβαλλούσας τινὰς τοῖς εὐποροῦσι προαγορεύει, πένησι δὲ καὶ τοῖς ἐπιτιθεμένοις τισὶν ἀμαθόν οἱ μὲν γὰρ οὐχ ἕξουσι σχολήν, οἱ δὲ μετὰ πολλῆς προνοίας ἐπιτιθέμενοι οὐκ ἀστοχήσουσιν. ὅμοιον δʼ ἂν εἴη τούτῳ καὶ τὸ ὀξὺ τοῖς ὀφθαλμοῖς ὁρᾶν καὶ τὸ ἐν νυκτὶ καὶ σκότει φῶς ἰδεῖν αἰφνίδιον ἀναλάμεψαν.