# Onirocriticon 2.10

Artemidorus, Onirocriticon, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/2.10

Οἶκοι καιόμενοι καθαρῷ πυρὶ καὶ μὴ συμπίπτοντες μηδὲ διαφθειρόμενοι πένησι μὲν εὐπορίαν, πλουσίοις δὲ ἀρχὰς περιποιοῦσιν. οἱ δὲ σμυχόμενοι μὴ καθαρῷ πυρὶ καὶ καταιθαλού μενοι καὶ συμπίπτοντες καὶ ὑπὸ τοῦ πυρὸς διαφθειρόμενοι πᾶσι πονηροὶ καὶ τοιούτων ὄλεθρον σημαίνουσιν ἀνθρώπων, οἷοι ἂν ὧσιν οἱ οἶκοι , οἷον ὁ μὲν θάλαμος τὴν γυναῖκα σημαίνει, ὅταν ὑπάρχῃ· εἰ δὲ μή, τὸν δεσπότην τῆς οἰκίας· ὁ δὲ ἀνδρὼν τοὺς κατὰ τὸν οἶκον ἀνθρώπους συγγενεῖς τε καὶ θεράποντας, ἡ δὲ γυναικωνῖτις τὰς θεραπαίνας . ταμεῖα δὲ καὶ ἀποθῆκαι τὰ κτήματα ἢ τοὺς ταμίας ἢ τοὺς οἰκονό μους σημαίνουσι. Ταῦτα μὲν ἐφʼ ὅλων οἴκων· τοίχων δὲ ὁ μὲν τὴν θύραν ἔχων τὸν δεσπότην σημαίνει, ὁ δὲ τὴν θυρίδα τὴν δέσποιναν. ὅπου δὲ μὴ ἔστι θυρίς, ὁ μὲν μέσος τὸν δεσπότην ὁ δὲ δεξιὸς τὰ τέκνα ὁ δὲ εὐώνυμος τὴν γυναῖκα. ἐπειδὰν δέ πολλὰς ἔχῃ θυρίδας ὁ οἶκος, καὶ ἀδελφοῖς καὶ κοινωνοῖς θάνατον προαγορεύει· πρεσβυτέροις μὲν τὰ πρὸς ἀνατολὴν τοῦ οἴκου, νεωτέροις δὲ τὰ πρὸς ἑσπέραν. τὰ δέ πρὸς ἄρκτον ὁμοίως τῇ ἀνατολῇ καὶ τὰ πρὸς μεσημβρίαν ὁμοίως τῇ δύσει κρινέσθω. οἱ δὲ μετὰ τὸ πῦρ αὐξηθέντες τοῖχοι ἢ λαμπρότεροι φαινόμενοι τὸν βίον ἐπὶ τὸ βέλτιον μετάγουσι. θύραι δὲ καιόμεναι γυναικὸς ὄλεθρον σημαίνουσι καὶ τὸν βίον τοῦ ἰδόντος οὐκ ἐν ἀσφαλεῖ κεῖσθαι. τούτων δὲ ἡ μὲν τὸν μάνδαλον ἔχουσα ἐλευθέραν γυναῖκα σημαίνει, ἡ δὲ ἐχομένη δούλην, καὶ πάλιν ἡ μὲν τὸν μάνδαλον ἔχουσα καὶ τὸν ἄνδρα, ἡ δὲ ἐχομένη τὴν γυναῖκα. κίονες δὲ καθαρῷ πυρὶ καιόμενοι καὶ μὴ διαφθειρόμενοι τὰ τέκνα σημαίνουσι τοῦ ἰδόντος ἐπὶ τὸ βέλτιον καὶ λαμπρότερον μεταβῆναι οἱ δὲ συντριβόμενοι υἱῶν ὄλεθρον σημαίνουσι· στύλοι γὰρ οἴκων παῖδες εἰσὶν ἄρσενες, ὥς φησιν Εὐριπίδης. τέρεμνα δὲ καὶ ὑπέρθυρα καὶ δρύφακτοι κατακαέντες παίδων ὄλεθρον καὶ οὐσίας ἀπώλειαν μαντεύονται, οἱ δὲ θεμιέλιοι δεσποτῶν, οἱ δὲ θριγκοὶ συγγενῶν καὶ φίλων, δένδρων δὲ τὰ μὲν πρὸ τῆς οἰκίας πεφυκότα δεσποτῶν, τὰ δέ ἔνδον ἐν τῇ οἰκίᾳ τὰ μὲν μεγάλα καιόμενα ὁμοίως δεσποτῶν, τὰ μὲν ἀρσενικὰ ἀνδρῶν, τὰ δὲ θηλυκὰ γυναικῶν, τὰ δὲ μικρὰ φίλων καὶ συγγενῶν, τὰ δὲ παντελῶς χθαμαλά, οἷον πύξοι καὶ μυρρίναι, οἰκετῶν. ἀνακαίειν δὲ δοκεῖν πῦρ ταχέως ἀναπτόμενον καὶ ἐφʼ ἑστίας καὶ ἐν κλιβάνῳ ἀγαθὸν καὶ παίδων σημαίνει γονήν· ἔοικε γὰρ καὶ ἡ ἑστία καὶ ὁ κλίβανος γυναικὶ διὰ τὸ δέχεσθαι τὰ πρὸς τὸν βίον εὔχρηστα τὸ δὲ ἐν αὐτοῖς πῦρ ἔγκυον ἔσεσθαι τὴν γυναῖκα μαντεύεται· τότε γὰρ καὶ ἡ γυνὴ θερμοτέρα γίνεται. τὸ δέ καταλαβόντα τὸ πῦρ ἐν τούτοις εἶτα ἀποσβεννύειν ἑαυτῷ αἴτιον ζημιῶν σημαίνει γενέσθαι.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
