Ancient Greek
Book 2
Artemidorus, Onirocriticon 2.11
Not analysed yet
Ταῦτα μὲν οὖν τῷ περὶ πυρὸς λόγῳ ἀκόλουθα ὄντα ῖκανῶς εἴρηται ἑξῆς δὲ περὶ κυνηγίου καλῶς ἔχον εἶναί μοι δοκεῖ διασαφῆσαι. λίνα καὶ στάλικες καὶ πᾶσα ἀρκυοστασία καὶ αἱ νεφέλαι λεγόμεναι καὶ ὅσα πρὸς θήραν ἄνθρωποι κατεσκευασμένα ἔχουσι, κακά· μόνοις δὲ ἀγαθὰ τοῖς δραπέτας διώκουσι καὶ τοῖς ἀπολωλός τι ζητοῦσι· ταχεῖαν γὰρ τούτων εὕρεσιν προσημαίνει. τοῖς δὲ λοιποῖς ἐμποδισμοὺς τῶν χρειῶν διὰ τὰς καταπλοκὰς καὶ κινδύνους καὶ ἐνέδρας σημαίνει· ἐπὶ γὰρ βλάβῃ τῶν ζῴων ταῦτα κατασκευάζεται. ἀεὶ δέ ἄμεινον αὐτὸν ἔχειν ταῦτα ἢ ἄλλον ἔχοντα ἰδεῖν, ὅσῳ καὶ κρεῖττον τὸ κακοῦν τοῦ ὑπό τινος κακοῦσθαι. Ἑπεται δὲ τῷ περὶ κυνηγίου λόγῳ ὁ περὶ ζῴων τῶν ἐπιγείων διπτόδων τε καὶ ἀπόδων καὶ τετραπόδων. ἄρξομαι δὲ ἀπὸ τῶν τετραπόδων. τῶν κυνῶν οἱ μὲν ἐπὶ θήρᾳ τρέφονται, καὶ τούτων οἱ μέν εἰσιν ῖχνευταί, οἱ δὲ ὁμόσε τοῖς θηρίοις χωροῦσιν οἱ δὲ ἐπὶ φυλακῇ τῶν κτημάτων, οὓς οἰκουρούς τε καὶ δεσμίους λέγομεν· οἱ δὲ ἐπὶ τερπωλῇ οἱ Μελιταῖοι λεγόμενοι. σημαίνουσιν οὖν οἱ μὲν ἐπὶ θήρᾳ τρεφόμενοι τὰ ἔξωθεν ποριζόμενα · ὅθεν ἀγαθὸν ἰδεῖν αὐτοὺς θηρῶντας καὶ λαμβάνοντάς τι καὶ ἤδη εἰληφότας ἢ μέλλοντας ἐπὶ θήραν ἐξιέναι· πράξεων γάρ εἰσι σημαντικοί οἱ δὲ εἰς πόλιν ἐρχόμενοι ἀπραξίαν σημαίνουσι· παύονται γὰρ τῶν ἔργων· οἱ δὲ οἱκουροὶ γυναῖκα σημαίνουσι καὶ οἰκείους καὶ τὰ πεπορισ μένα κτήματα. ὅθεν ἐρρωμένοι καὶ σαίνοντες τοὺς δεσπότας ἀγαθὴν οἰκουρίαν καὶ περὶ τὴν γυναῖκα καὶ περὶ τοὺς οἰκείους σημαίνουσι καὶ τῶν κτημάττων πολλὴν ἀσφάλειαν, νοσοῦντες δὲ τοῖς προειρημένοις νόσον προαγορεύουσι καὶ τοῖς κτήμασι βλάβας. ἀγ ριαίνοντες δὲ ὑλακτοῦντες δάκνοντες ἀδικίας τὰς ἀπὸ τῶν τοιούτων μαντεύονται προσώπων καὶ βλάβας μεγάλας. ἀλλότριοι δὲ κύνες σαίνοντες μὲν δόλους καὶ ἐνέδρας ἀπὸ πονηρῶν ἀνδρῶν γυναικῶν σημαίνουσι, δάκνοντες δὲ ὑλακτοῦντες ἐπιθέσεις καὶ ἀδικίας· κἂν μὲν ὦσι λευκοί, φανεράς, ἐὰν δὲ μέλανες, λαθραίους, ἐὰν δὲ πυρροί, οὐ παντελῶς φανεράς, ἐὰν δὲ ποικίλοι, δεινοτέρας τὰς ἐπιθέσεις μαντεύονται. ἐοίκασι δὲ οὐ παντελῶς εὐγενέσιν οὐδὲ ἐλευθέροις, σφόδρα δὲ βιαίοις καὶ ἀναιδέσι· τοιαῦτα γὰρ τὰ τῶν κυνῶν ἤθη. πολλάκις δὲ καὶ πυρετὸν ᾐνίξαντο διὰ τὸ ἄστρον τὸν Σείριον, ὃς πυρετοῦ αἴτιος ὢν πρός τινων κύων καλεῖται· καὶ γὰρ βίαιόν ἐστι καὶ ἄγνωμον τὸ ζῷον καὶ πυρετῷ ὅμοιον. οἱ δὲ Μελιταῖοι τὸ τερπνότατον τῶν ἐν τῷ βίῳ σημαίνουσι καὶ τὸ ἥδιστον. τοιγάρτοι ὅ τι ἂν πάθωσι λύπης τε καὶ ἀνίας εἰσὶ σημαντικοί.