# Onirocriticon 2.13

Artemidorus, Onirocriticon, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/2.13

Δράκων βασιλέα σημαίνει διὰ τὸ δυνατὸν καὶ χρόνον διὰ τὸ μῆκος καὶ διὰ τὸ ἀποδιδύσκεσθαι τὸ γῆρας καὶ πάλιν νεάζειν τὸ γὰρ αὐτὸ καὶ τῷ χρόνῳ συμβέβηκε κατὰ τὰς τοῦ ἔτους ὥρας καὶ πλοῦτον καὶ χρήματα διὰ τὸ ἐπὶ θησαυροὺς ἱδρύεσθαι, καὶ θεούς πάντας, οἷς ἐστιν ἱερός. εἰσὶ δὲ οἵδε Ζεὺς Σαβάζιος Ἥλιος Δημήτηρ καὶ Κόρῃ Ἑκάτη ’ Ἀσκληπιὸς Ἥρωες. ἐπειδὰν οὖν προσίῃ καὶ διδῷ τι ἢ λέγῃ καὶ τὸ μὴ ἄγριον διὰ τῆς γλώσσης ἐμφαίνῃ, ἀγαθὰ μεγάλα σημαίνει ἀπὸ τῶν εἰρημένων ἢ διὰ τούς εἰρημένους · τὰ δὲ ἐναντία πράττων πονηρός. περιπλακεὶς δὲ καὶ δήσας τινὰ καὶ δεσμὰ προαγορεύει καὶ τοῖς νοσοῦσιν ὄλεθρον καὶ σχεδὸν εἰς τὴν γῆν ἄγει· γῆς γάρ ἐστι καὶ αὐτὸς παῖς καὶ τὰς διατριβὰς ἐν τῇ γῇ ποιεῖται. Ὄφις δὲ νόσον σημαίνει καὶ ἐχθρόν. ὅπως δʼ ἂν διαθῇ τινα, οὕτω καὶ ἡ νόσος καὶ ὁ ἐχθρὸς τὸν ἰδόντα διαθήσουσιν. Ἀσπίδες καὶ ἔχιδναι ἀργύριον σημαίνουσι διὰ τὸν πολὺν ἰόν, καὶ γυναῖκας πλουσίας διὰ τὸν αὐτὸν λόγον. αὗται δὲ καὶ δάκνουσαι ἀγαθαὶ παρά γε ἐμοὶ τετήρηνται καὶ προσιοῦσαι καὶ περιπλεκόμεναι. οἷον δʼ ἂν θηρίον ἑρπετὸν γυνὴ ἐν τῷ κόλπῳ ἔχουσα κρύπτῃ καὶ ἐπʼ αὐτῷ τέρπηται, μοιχεύεται ὡς ἐπὶ τὸ πολὺ ὑπὸ τοῦ ἐχθροῦ τοῦ ἰδόντος· ἐὰν δὲ φοβῆται ἢ ἀνιᾶται νοσήσει καὶ ἐὰν ἐν γαστρὶ ἔχῃ, φθερεῖ καὶ οὐ διασώσει τὸ ἔμβρυον. Ὕδροι τὰ μὲν αὐτὰ τῷ ὄφει σημαίνουσι καὶ τὴν νόσον ἐξ ὑγρῶν ἢ ἐν ὕδατι τὸν κίνδυνον ποιοῦσι καὶ τοὺς ἐχθροὺς σημαίνουσιν ἐξ ὕδατος ἢ διʼ ὕδατος ἔχειν τὴν ἐργασίαν. δρυΐναι δὲ καὶ παρεῖαι καὶ φύσαλοι πονηροὶ πάντες, καὶ τὰς ἀδικίας ἔκ τινων σημαίνουσιν οὐκ ἀστικῶν οὐδὲ ἐν πόλει διατριβόντων. σὴψ δὲ καὶ διψὰς καὶ δίφας καὶ ὁ καλούμενος χαμαιλέων καὶ ὅσα ἄλλα Νίκανδρος κατηρίθμησε πονηρὰ οὔτε ὁρώμενα οὔτε ὁμόσε χωροῦντα ἀγαθόν τι σημαίνει, ἀλλὰ κινδύνους οὐ τοὺς τυχόντας ἐπάγει. φαλάγγια δὲ καὶ σκορπίοι καὶ σκολόπενδραι πονηροὺς σημαίνουσιν ἀνθρώπους.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
