# Onirocriticon 2.2

Artemidorus, Onirocriticon, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/2.2

Προϊέναι δὲ ἕωθεν εὐμαρῶς καὶ μήτε κωλύεσθαι ὑπό τινος τῶν ἔνδον μήτε ἐναποκλείεσθαι ἀγαθόν τὰ γὰρ κατὰ προαίρεσιν καὶ κατὰ γνώμην πρᾶξαι σημαίνει· τὸ δὲ μὴ δύνασθαι προϊέναι ἢ τὰς ἐξόδους τῆς οἰκίας τῆς ἑαυτοῦ ἢ ἡστινοσοῦν ἐν ᾖ ἂν ὑπολάβῃ τις εἶναι μὴ εὑρίσκειν κατοχὰς μὲν τοῖς ἀποδημεῖν προῃρημένοις, ἐμπόδια δέ τοῖς πράττειν τι βουλομένοις, μακρὰν δέ νόσον τῷ κάμνοντι καὶ τῇ πάλαι νοσοῦντι θάνατον προαγορεύει. ἀσπάζεσθσι δὲ τοὺς συνήθεις καὶ προσαγορεύειν καὶ καταφιλεῖν ἀγαθόν ἡδεῖς γὰρ λόγους καὶ εἰπεῖν καὶ ἀκοῦσαι σημαίνει· τοὺς δὲ μὴ συνήθεις, ἄλλως δέ γνωρίμους προσαγορεύειν ἧττον ἀγαθόν ἐχθρούς δέ προσαγορεύειν καὶ καταφιλεῖν δοκεῖν τῆς ἔχθρας λύσιν ποιεῖ, νεκροὺς δὲ καταφιλεῖν δοκεῖν νοσοῦντι μὲν ἄτοπον ὄλεθρον γὰρ αὐτῷ μαντεύεται· ἐρρωμένῳ δέ παραγγέλλει λόγοις σπουδαίοις τὸ παρὸν μὴ χρῆσθαι διὰ τὸ νεκρῷ στόματι συμβάλλειν τὰ χείλη· τοὺς δὲ ὅτε ἔζων φιλτάτους τε καὶ ἡδίστους γεγονότας νεκροὺς καταφιλεῖν οὐ κωλύει οὔτελόγοις χρῆσθαι οὔτε ἄλλο τι πράττειν.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
