Ancient Greek · ~9 min
Book 2
Artemidorus, Onirocriticon 2.25
Not analysed yet
Ἐλαία γυναῖκα σημαίνει καὶ ἄθλησιν καὶ ἀρχὴν καὶ ἐλευθερίαν, ὅθεν ἀγαθὸν εὐθαλῆ ὁρᾶν καὶ ταῖς ῥίζαις ἡδρασμένην καὶ καρπὸν ἔχουσαν πεπανὸν καὶ ὥριμον. τρυγώμεναι δὲ αἱ ἐλαῖαι τοῖς μὲν ἄλλοις ἅπασιν ἀγαθαί, δούλοις δὲ πληγὰς μαντεύονται διὰ τὸ μετὰ πληγῶν τὸν καρπὸν αὐτῶν καθαιρεῖσθαι. ἀναλέγειν δὲ χαμόθεν ἐλαίας τρίβειν ἐλαίας (λέγω δὲ τὸν καρπόν) πόνους καὶ καμάτους σημαίνει. Δρῦς ἄνδρα σημαίνει πλούσιον διὰ τὸ τρόφιμον ἢ πρεσβύτην διὰ τὸ πολυχρόνιον ἢ χρόνον διὰ ταὐτό. Δάφνη δὲ γυναῖκα σημαίνει εὔπορον διὰ τὸ ἀειθαλές καὶ εὔμορφον διὰ τὸ χάριεν καὶ ἀποδημίαν καὶ φυγὴν καὶ ἀποτυχίαν τῶν προσδοκωμένων διὰ τὴν περὶ τὸ δένδρον ἱστορίαν. ἰατροῖς δὲ καὶ μάντεσι πρὸς τὴν τέχνην ἐστὶ ληπτέα διὰ τὸν Ἀπόλλωνα. Κυπάρισσος δὲ μακροθυμίας καὶ παρολκῆς ἐστι σύμβολον διὰ τὸ μῆκος. Πίτυς δὲ καὶ στρόβιλος ναυκλήροις μὲν καὶ πᾶσι τοῖς ναυτιλλομένοις πρὸς ναῦν εἰσι ληπτέαι διὰ τὴν κατασκευὴν τῶν νεῶν καὶ τὴν πίσσαν καὶ τὴν ῥητίνην τὴν ἀπὸ τούτων τῶν δένδρων γινομένην. τοῖς δὲ ἄλλοις ἅπασιν ἀηδίας καὶ φυγῆς εἰσι σημαντικαὶ διὰ τὸ φιλήνεμον. Ῥοαὶ καὶ μηλέαι καὶ ἄπιοι καὶ ἀχράδες καὶ πάντα τὰ τοιαῦτα τὸν αὐτὸν τῷ καρπῷ λόγον ἔχει, ὃν ἐν τῷ περὶ τροφῆς εἴρηκα. Πλάτανοι καὶ αἴγειροι καὶ πτελέαι καὶ ὀξύαι καὶ μελίαι καὶ πάντα τὰ ὅμοια μόνοις τοῖς ἐπὶ πόλεμον ὁρμῶσι καὶ τεκτονικοῖς συμφέρει. τοῖς μὲν διὰ τὸ ἐξ αὐτῶν γίνεσθαι ὅπλα, τοῖς δὲ διὰ τὴν ἐξ αὐτῶν ἐργασίαν. τοῖς δὲ λοιποῖς διὰ τὸ ἄκαρπον πενίας καὶ ἀπορίας ἐστὶ σημαντικά. μόνη δὲ λεύκη ἀθληταῖς συμφέρει διὰ τὸν Ἡρακλέα. Πύξοι καὶ μυρρίναι καὶ ῥοδοδάφναι γυναῖκας ἑταιρικὰς καὶ οὐ πάνυ τι κοσμίας σημαίνουσι καὶ τοῖς ἐπὶ τὸ πράττειν ὁρμωμένοις ἀπάτας καὶ τοῖς νοσοῦσιν ἀνάληψιν καὶ ὑγεῖαν· τοῖς δὲ λοιποῖς ματαιοπονίας σύμβολα καθίστανται. Περὶ δὲ τῶν λοιπῶν δένδρων κατὰ τὰς ὑποθήκας τὰς προειρημένας χρὴ ποιεῖσθαι τὰς κρίσεις παραλαμβάνοντας ἀεὶ τὰ ὅμοια ταῖς ἀποβάσεσι. καὶ γὰρ οὐδὲν ἄλλο ἐστὶν ὀνειροκρισία ἢ ὁμοίου παράθεσις. μεμνῆσθαι δὲ καὶ τοῦτο χρή, ὅτι τὰ μὲν ἀγαθόν τι σημαίνοντα δένδρα θάλλοντα καὶ καρποφοροῦντα ἀγαθὰ ἂν εἴη, αὐαινόμενα δὲ ἢ πρόρριζα ἀνατρεπόμενα ἢ κεραυνούμενα ἢ ἄλλως πυρὶ καταφλεγόμενα τἀναντία σημαίνει· τὰ δὲ πονηρόν τι σημαίνοντα ἐν ταῖς ἀποβάσεσιν αὐαινόμενα καὶ διαφθειρόμενα λυσιτελέστερα καθίσταται. Ἑξῆς δὲ τῇ γεωργίᾳ ἐπιβάλλον ἂν εἴη καὶ περὶ κόπρου εἰπεῖν.