# Onirocriticon 2.3.1

Artemidorus, Onirocriticon, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/2.3.1

Περὶ ἐσθῆτος καὶ κόσμου παντοδαποῦ ποιούμενος τὸν λόγον πρῶτον περὶ ἀνδρείας σκευῆς ἐγχωρίου τε καὶ ξενικῆς ἡγοῦμαι δεῖν διαλαβεῖν. ἐσθὴς ἡ συνήθης πᾶσιν ἀγαθὴ καὶ ἡ κατὰ τὴν ὥραν τοῦ ἔτους· θέρους μέν γὰρ ὄντος ἀθόνια καὶ τριβακὰ ἱμάτια δοκεῖν φορεῖν ἀγαθὸν ἂν εἴη καὶ ὑγείας σύμβολον, χειμῶνος δέ ἐρεᾶ ἱμάτια καὶ καινά. μόνῳ δέ τῷ δίκην ἕχοντι καὶ τῷ δουλείας ἀπαλλακτιῶντι πονηρὰ τὰ καινὰ ἱμάτια, κἂν χειμῶνος βλέπηται, διὰ τὸ πολλὴν ἔχειν τρίψιν καὶ ἐπὶ πολὺ ἀντέχειν. λευκὰ δέ ἱμάτια τοῖς ἠθάσι μόνοις συμφέρει καὶ δούλοις Ἑλλήνων, τοῖς δέ ἄλλοις ταραχὰς σημαίνει διὰ τὸ τοὺς ἐν ὄχλῳ ἀνμστρεφο μένους λευκὰ ἔχειν ἱμάτια, χειροτέχναις δὲ ἀργίαν καὶ σχολήν, καὶ ὅσῳ ἂν πολυτελέστερα ᾖ τὰ ἱμάτα, τοσούτῳ πλείονα· οὐ γὰρ πρὸς ἔργῳ ὄντες οἱ ἄνθρωποι, καὶ μάλιστα οἱ τὰς βαναύσους τέχνας ἐργαζόμενοι, λευκοῖς ἱματίοις χρῶνται. δούλοις δέ Ῥωμαίων μόνοις ἀγαθὰ τοῖς εὖ πράσσουσι, τοῖς δὲ ἄλλοις πονηρά· ἐλέγχει γὰρ αὐτοὺς κακῶς πράσσοντας. διὰ γὰρ τὸ τὴν αὐτὴν τοῖς δεσπόταις ὡς ἐπὶ τὸ πλεῖστον ἔχειν ἐσθῆτα ἐπὶ τούτῳ τῷ ὀνείρῳ οὐ γίνονται ἐλεύθεροι, ὥσπερ οἱ τῶν Ἑλλήνων. ἀνδρὶ δέ νοσοῦντι λευκὰ ἔχειν ἱμάτια θάνατον προαγορεύει διὰ τὸ τοὺς ἀπσθανόντας ἐν λευκοῖς ἐκφέρεσθαι, τὸ δὲ μέλαν ἱμάτιον σωτηρίαν προσημαίνει· οὐ γὰρ οἱ ἀποθανόντες ἀλλʼ οἱ τοὺς ἀποθνήσκοντας πενθοῦντες τοιούτοις χρῶνται ἱματίοις. οἶδα δὲ ἐγὼ πολλοὺς καὶ πένητας καὶ δούλους καὶ δεσμώτας νοσοῦντας, οἳ καὶ μέλανα δοκοῦντες ἔχειν ἱμάτια ἀπέθανον· ἦν γὰρ εἰκὸς τούτους μὴ ἐν λευκοῖς διὰ τὴν ἀπορίαν ἐκκομισθῆναι. ἔστι δὲ καὶ ἄλλως ἡ μέλαινα ἐσθὴς πᾶσι πονηρὰ πλὴν τῶν τὰ λαθραῖα ἐργαζομένων. ποικίλην δὲ ἐσθῆτα ἔχειν ἢ ἁλουργίδα ἱερεῦσι μὲν καὶ θυμελικοῖς καὶ σκηνικοῖς καὶ τοῖς περὶ τὸν Διόνυσον τεχνίταις μόνοις ουμψέρει, τοῖς δὲ λοιποῖς ταραχάς καὶ κινδύνους ἐπιφέρει , τοὺς δέ νοσοῦντας ὑπὸ δριμέων χυμῶν καὶ πολλῆς χολῆς ἐνοχληθῆναι σημαίνει. πορφυρᾶ δὲ ἐσθὴς δούλοις ἀγαθὴ καὶ πλουσίοις· οἷς μὲν γὰρ διὰ τὸ μὴ μετεῖναι ἐλευθερίαν σημαίνει, οἷς δέ διὰ τὸ ἐπιβάλλειν καὶ τῷ ἀξιώματι. κατάλληλον εἶναι τιμὴν καὶ εὐδοξίαν προαγορεύει. νοσοῦντα δὲ ἀναιρεῖ καὶ πένητα βλάπτει, πολλοῖς δέ καὶ δεσμὰ προήγγειλε· χρὴ γὰρ τὸν ἔχοντα πορφύραν πάντως διάδημα στέφανον ἔχειν καὶ πολλοὺς ἀκολούθους καὶ φύλακας. τοῖς δὲ περὶ τὸν Διόνυσον τεχνίταις τὰ αὐτὰ τῇ ἁλουργίδι σημαίνει. κοκκίνη δὲ ἐσθὴς καὶ πᾶσα ἡ φοινικοβαφὴς οἷς μὲν τραύματα οἷς δέ πυρετὸν ἐπιφέρει. γυναικεία δὲ ἐσθὴς ἀγάμοις μόνοις συμφέρει καὶ τοῖς ἐπὶ θυμέλην ἀναβαίνουσιν· οἱ μὲν γὰρ γαμήσουσιν οὕτωο καταθυμίους γυναῖκας ὥστε τοῖς αὐτοῖς χρῆσθαι κόσμοις, οἱ δέ διὰ τὸ ἐν τῇ ὑποκρίσει ἔθος μεγάλας ἐργασίας καὶ μισθοὺς λήψονται· τούς δὲ λοιποὺς ἢ τῶν γυναικῶν στερίσκει ἢ νόσῳ μεγάλῃ περιβάλλει διὰ τὸ μαλθακὸν καὶ ἀαθενὲc τῶν τὰ τοιαῦτα φορούντων. ἐν μέντοι ταῖς ἑορταῖς καὶ πανηγύρεσιν οὔτε ποικίλη οὔτε γυναικεία βλάπτει τινὰ ἐσθής. βαρβαρικὴν δὲ ἐσθῆτα ἔχειν καὶ ἐνεσκευάσθαι ὥσπερ οἱ βάρβαροι ἐκεῖ μὲν ἀπιέναι βουλομένῳ, ὅπου τοιαύτῃ ἐσθῆτι χρῶνται , ἀγαθὰς τὰς ἐκεῖ γενέσθαι διατριβὰς σημαίνει, πολλάκις δὲ καὶ τὸ ἐκεῖ καταβιῶναι προαγγέλλει. τοῖς δὲ λοιποῖς νόσον σημαίνει ἢ ἀπραξίαν. τὰ δʼ αὐτὰ καὶ ἡ Ῥωμαϊκὴ ἐσθής, ἣν τήβεννον καλοῦσιν ἀπὸ Τημένου τοῦ Ἀρκάδος, ὃς πρῶτος τὴν ἑαυτοῦ χλαμύδα τοῦτον περιεβάλετο τὸν τρόπον εἰσπλεύσας κατὰ τὸν Ἰόνιον κόλπον καὶ ὑποδεχθεὶς ὑπὸ τῶν ταύτῃ κατοικούντων. ἀφʼ Ο΄ μαθόντες οἱ ἑγχώριοι τὸν αὐτὸν ἐνεσκευάζοντο τρόπον καὶ ἐκάλουν τὴν ἐσθῆτα τημένειον ἐπώνυμον Τ ἡμένου τοῦ εὑρόντος· ὕστερον δὲ τῷ χρόνῳ παραφθαρέντος τοῦ ὀνόματος τήβεννος ἐκλήθη. μαλακῇ δὲ καὶ πολυτελεῖ ἐσθῆτι χρῆσθαι πλουσίοις μὲν ἀγαθὸν καὶ πένησιν· οἶς μὲν γὰρ ἡ παροῦσα διαμενεῖ τρυφή, οἷς δὲ φαιδρότερα τὰ πράγματα ἔσται δούλοις δέ καὶ ἀπόροις νόσον προαγγέλλει. κολοβοὶ δὲ καὶ ἀπρεπεῖς ἐσθῆτες ζημίας καὶ ἀπραξίας σημαίνουσι. χλαμὺς δέ, ἣν ἔνιοι μανδύην οἱ δὲ ἐφεστρίδα οἱ δὲ βίρρον καλοῦσι, θλίψεις καὶ στενοχωρίας καὶ τοῖς δικαζομένοις καταδίκην μαντεύεται διὰ τὸ ἐμπεριέχειν τὸ σῶμα, τὸ δὲ αὐτὸ καὶ ὁ λεγόμενος φαινόλης καὶ εἴ τι ἄλλο τούτοις ὅμοιον εἴη. ὅθεν ἀπολλύειν τὰ ἱμάτια ταῦτα ἄμεινον ἔχειν· τῶν δὲ ἄλλων ἱματίων οὐδέν ἀπολλύμενον συμφέρει, εἰ μή που τοῖς πένησι καὶ δούλοις καὶ δεδεμένοις καὶ καταχρέοις καὶ πᾶσι τοῖς ἐν συνοχῇ οὗσιν· ἀπολλύμενα γὰρ ταῦτα τῶν περιεχόντων τὸ σῶμα κακῶν ἀπώλειαν σημαίνει. τοῖς δὲ ἄλλοις οὔτε γυμνοῦσθαι οὔτε τὰ ἱμάτια ἀπολλύειν ἀγαθόν πᾶν γὰρ τὸ πρὸς κόσμον τεῖνον ἀπολέσαι σημαίνει. γυναικὶ δέ ποικίλη καὶ ἀνθηρὰ ἐσθὴς συμφέρει, μάλιστα δὲ ἑταίρᾳ καὶ πλουσίᾳ· ἡ μὲν γὰρ διὰ τὴν ἐργασίαν ἡ δὲ διὰ τὴν τρυφὴν ἀνθηραῖς ἐσθῆσι χρῶνται. τὰ δὲ ἰδιόχρωμα ἱμάτια πᾶσιν ἀγαθά, καὶ μόλιστα τοῖς εὐλαβουμένοις ἐλεγχθῆναι· οὐ γὰρ ἀνήσει ποτὲ τὸ χρῶμα. ἀεὶ δὲ ἄμεινον λαμπρὰ καὶ καθαρὰ ἱμάτια ἔχειν καὶ πεπλυμένα καλῶς ἢ ῥυπαρὰ καὶ ἄπλυτα πλὴν τῶν τὰς ῥυπώδεις ἐργασίας ἐργαζομένων.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
