# Onirocriticon 2.32

Artemidorus, Onirocriticon, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/2.32

Μονομαχεῖν δέ δικάσασθαισημαίνει ἄλληντινὰ στάσιν μάχην μαχέσασθαι. καὶ γὰρ ἡ πυγμὴ μάχη καλεῖται, εἰ καὶ μὴ διʼ ὅπλων γίνεται, ἄ δὴ τὰ ἔγγραφα καὶ δίκαια τῶν μαχομένων σημαίνει ἀεὶ δέ τὰ μὲν τοῦ φεύγοντος ὅπλα ἐγκληθῆναι σημαίνει, τὰ δέ τοῦ διώκοντος ἐγκαλέσαι. ἐτήρησα δέ ἐγὼ πολλάκδις καὶ γάμον τὸ τοιοῦτον ὄναρ προαγορεῦσαν γυναικὸς τοιαύτης, οἷα ἄν τις ᾖ ὅπλα ἔχων ἤ οἵῳ ἄν τις ὑπολάβῃ πυκτεύειν. ἐπειδὴ δὲ ἄνευ τῶν ὀνομάτων αὐτῶν οὐκ ἄν εἴη σαφῶς παραστῆσαι τὰς ἀποδείξεις, χρήσομαι καὶ τοῖς ὀνόμασιν. οἷον εἰ μέν θρᾳκὶ πυκτεύοι τις, λήψεται γυναῖκα πλουσίαν καὶ πανοῦργον καὶ φιλόπρωτον· πλουσίαν μέν διὰ τὸ κατεσκεπάσθαι τοῖς ὅπλοις, πανοῦργον δὲ διὰ τὸ μὴ ὀρθὸν ἔχειν τὸ ξίφος, φιλόπρωτον δέ διὰ τὸ ἐπιβαίνειν. εἰ δέ τις μετ’ ἀργυρέων ὅπλων πυκτεύοι, λήψεται γυναῖκα εὔμορφον καὸ ἠρέμα πλουσίαν καὶ πιστὴν καὶ οἰκουρὸν καὶ πειθομένην τῷ ἀνδρί καὶ γὰρ ὑποβαίνει καὶ ἐσκέπασται, καὶ εὐμορφοτέρα ἡ πανοπλία αὕτη τῆς προτέρας. εἰ δὲ σεκούτορι, εὔμορφον μέν λήψεται γυναῖκα καὶ πλουσίαν, μεγάλα δέ φρονοῦσαν ἐπὶ τῇ οὐσία καὶ διὰ τοῦτο καταφρονοῦσαν τοῦ ἀνδρὸς καὶ κακῶν πολλῶν αἰτίαν ἐσομένην· ἀεὶ γὰρ διώκει. εἰ δέ ῥητιαρίῳ, λήψεται γυναῖκα ἄπορον καὶ ἐρωτικὴν καὶ φοιτάδα καὶ ῥᾷστα τῷ βουλομένῳ πλησιάζουσαν. ἱππεὺς δὲ τὴν γυναῖκα πλουσίαν μὲν εἶναι λέγει καὶ εὐγενῆ, φρενῶν δὲ οὐ μετέχουσαν. ὁ δὲ ἀσσιδάριος ἀργὴν καὶ μωρὰν εἶναι τὴν γυναῖκα σημαίνει, ὁ δέ προβοκάτωρ εὔμορφον μὲν καὶ χαρίεσσαν, λαμυρὰν δέ καὶ ἐρωτικήν. διμάχαιρος δὲ καὶ ὁ λεγόμενος ἀρβήλας ἤτοι φαρμακὸν ἄλλως κακότροπον ἢ ἄμορφον εἶναι τὴν γυναῖκα σημαίνουσι. ταῦτα οὐ πιθανευόμενος οὐδὲ κατὰ τὸ εἰκὸς συντιθεὶς λόγους γράφω, ἀλλὰ ἀπὸ πείρας τῶν ἑκάστοτε ἀποβαινόντων πολλάκις ἐτήρησα.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
