# Onirocriticon 2.33

Artemidorus, Onirocriticon, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/2.33

Θύειν θεοῖς τὰ νενομισμένα ἑκάστῳ ἀγαθὸν πᾶσιν ἢ γὰρ τυχόντες ἀγαθῶν ἢ κακὰ φυγόντες ἄνθρωποι θεοῖς θύουσι. τὰ δέ ἀνόσια ἢ μὴ νενομισμένα ἱερεῖα θύειν θεοῖς μῆνιν τῶν θεῶν οἷς ἔθυσέ τις προαγορεύει. ἄλλους δὲ θύοντας ἰδεῖν πονηρὸν τῳ νοσοῦντι, κἂν σκληπιῷ θύοντας ἴδῃ, διὰ τὴν τοῦ θυομένου ἱερείου ἀναίρεσιν· θάνατον γὰρ σημαίνει. στεφανοῦν δέ θεούς ἄνθεσι καὶ κλάδοις τοῖς προσήκουσι καὶ νενομισμένοις ὁσίοις εἶναι ἀγαθὸν πόσιν, οὐκ ἄνευ μέντοι φροντίδων ἀποβησόμενον. δούλῳ δέ παραινεῖ τὸ τοιοῦτο πείθεσθαι τῷ δεσπότῃ κδαὶ τὰ ἐκείνῳ κεχαρισμένα ποιεῖν. ἐκμάσσειν δέ ἀγάλματα θεῶν ἀλείφειν καθαίρειν σαροῦν τὰ πρὸ τῶν ἀγαλμάτων καὶ ῥαίνειν τὰ περὶ τοὺς ναοὺς ἡμαρτηκέναι τι εἰς αὐτοὺς ἐκείνους τοὺς θεοὺς σημαίνει. οἶδα δέ τινα ἐπὶ τούτῳ τῷ ὀνείρῳῃ ἐπιωρκηκότα τοῦτον τὸν θεόν, οὖ ἐδόκει τὸ ἄγαλμα καθαίρειν. καὶ τοῦτο ἦν ὅπερ προηγόρευεν αὐτῷ ὁ ὄνειρος, δεῖν ἱκετεύειν τὸν θεόν. συντρίβειν δέ θεῶν ἀγάλματα καὶ ἐκβάλλειν τῆς οἰκίας ἱδρυμένα ἔνδον ἢ καταρρίπτειν ναὸν τι τῶν οὐχ ὁσίων ἐν ναῷ ποιεῖν πονηρὸν ἂν εἴη πάσι καὶ περιστάσεις μεγάλας σημαίνει· οἱ γὰρ ἐν μεγάλαις συμφοραῖς γενόμενοι καὶ τῆς πρὸς θεούς εὐσεβείας ἀφίστανται. αὐτόματοιδέοἱθεοὶἀπαλλασσόμενοι καὶ τὰ ἀγάλμιατα αὐτῶν συμπίπτοντα θάνατον τῷ ἰδόντι ἤ τινι τῶν αὐτοῦ προαγορεύει. θεοὶ δέ θεοῖς θύοντες ἔρημον τὸν οἶκκον τοῦ ἰδόντος ἔσεσθαι σημιαίνουσιν· ὡς γὰρ οὐκ ὄντων ἀνθρώπων ἑαυτοῖς θύουσι. κινούμενα δέ τὰ τῶν θεῶν ἀγάλματα πᾶσι φόβους καὶ ταραχὰς σημαίνει πλνν τῶν δεδεμένων καὶ τῶν ἀποδημεῖν προῃρημένων· τούτων γὰρ οὓς μέν λυθῆναι σημαίνει, ἵνα εὐκείνητοι γένωνται, οὓς δὲ κινεῖ τῆς ἕδρας καὶ ἐξάγει.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
