# Onirocriticon 2.34

Artemidorus, Onirocriticon, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/2.34

Τῶν θεῶν οἱ μέν εἰσι νοητοὶ οἱ δὲ αἰσθητοί· νοητοὶ μέν οἱ πλείους, αἰσθητοὶ δὲ ὀλίγοι. δείξει δέ ἔτι ὁ ἐπιὼν λόγος ἀκριβέστερον. φαμέν δέ τῶν θεῶν τοὺς μὲν Ὀλυμπίους εἶναι, οὕς καὶ αἰθερίους καλοῦμεν, τοὺς δέ οὐρανίους, τοὺς δέ ἐπιγείους, τοὺς δὲ θαλασσίους καὶ ποταμίους, τούς δὲ χθονίους, τούς δέ πέριξ τούτων. αἰθέριοι μὲν οὖν λέγοιντο ἆν εἰκότως Ζεὺς καὶ Ἥρα καὶ λφροδίτη ἡ Οὐρανία καὶ Ἄρτεμις καὶ Ἀπολλων καὶ Πῦρ τὸ αἰθέριον καὶ Ἀθηνᾶ οὐράνιοι δὲ Ἥλιος καὶ Σελήνη καὶ ἄστρα καὶ νέφη καὶ ἄνεμμοι καὶ τὰ ὑπὸ τούτων συνιστάμενα παρήλια καὶ δοκίδες καὶ σέλας καὶ Ἶρις.εὶαὶ δέ οὗτοιαῖσθητοὶπάντες. τῶν δὲ ἐπιγείων αἰσθητοὶ μὲν Ἑκάτη καὶ Πὰν καὶ Ἐφιάλτης καὶ σκληπιός (οὗτος δέ καὶ νοητὸς ἅμα λέγεται), νοητοὶ δέ Διόσκοροι καὶ ἐρακλῆς καὶ Διόνυσος καὶ Ἑρμῆς καὶ Νέμεσις κοὶ Ἀφροδίτη ἡ πάνδημος καὶ Ἥφαιστος καὶ Τύχη καὶ Πειθὼ καὶ Χάριτες καὶ Ὧραι καὶ Νύμφαι καὶ Ἑατία. θαλάσσιοι δὲ νοητοὶ μὲν Ποσειδῶν καὶ Ἀμφιτρίτη καὶ Νηρεὺς καὶ Νηρηίδες καὶ Λευκοθέα καὶ Φόρκυς, αἰσθητοὶ δὲ αὐτὴ ἡ Θάλασσα καὶ Κύματα καὶ Αἰγιαλοὶ Ποταμοί τε καὶ Δίμναι καὶ Νύμφαι καὶ Ἀχελῷος. χθόνιοι δὲ Πλούτων καὶ Περσεφόνη καὶ Δημήτηρ καὶ Κόρηκαὶ Ἴακχος καὶ Σάραπις καὶ Ἶσις καὶ Ἄνουβις καὶ Ἁρποκράτης καὶ Ἑκάτη ἡ χθονία καὶ Ἐριννύες καὶ Δαίμονες οἱ περὶ τούτους καὶ Φόβος καὶ Δεῖμος, οὓς ἔνιοι Ἄρεως υἱεῖς λέγουσιν. αὐτὸν δὲ τὸν Ἄρη πῇ μὲν ἐν τοῖς ἐπιγείοις πῇ δὲ ἐν τοῖς χθονίοις κατατακτέον. οἱ δὲ πέριξ τούτων Ὠκεανὸς καὶ Τηθὺς καὶ Κρόνος καὶ Τιτᾶνες καὶ Φύσις ἡ τῶν ὅλων. εἰ δέ τινα ἄλλον προβαίνων ὁ λόγος ὑπομνήσει τῶν θεῶν, οὐ παραλείψομεν τὸν περὶ αὐτοῦ λόγον. Τούτων δὲ τῶν εἰρημένων θεῶν τοῖς μὲν μέγα δυναμένοις ἀνδράσι καὶ γυναιξὶν οἱ Ὀλύμπιοι συμφέρουσιν ὁρώμενοι, τοῖς δὲ μετρίοις οἱ οὐράνιοι, τοῖς δὲ πένησιν οἱ ἐπίγειοι. οἱ χθόνιοι δὲ ὡς ἐπὶ τὸ πλεῖστον μόνοις τοῖς γεωργοῖς καὶ τοῖς λανθάνειν πειρωμένοις εἰσὶν ἀγαθοί, καὶ οἱ θαλάσσιοι καὶ οἱ ποτάμιοι τοῖς ναυτιλλομένοις καὶ τοῖς ἐξ ὕδατος διʼ ῦδατος ἐργαζομένοις. οἱ δὲ πέριξ τούτων πονηροὶ πᾶσι πλὴν φιλοσόφων καὶ μάντεων· οὗτοι γὰρ καὶ μέχρι τοῦ πέρατος τῶν ὅλων τείνουσι τὴν ἑαυτῶν γνώμην. Περὶ δὲ ἑκάστου αὐτῶν κατ᾿ ἰδίαν εἰπεῖν διδακσραλικώτε- ρον εἶναί μοι δοκεῖ. πρῶτον οὖν περὶ τῶν Ὀλυμπίων ποιήσομαι τὸν λόγον.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
