Ancient Greek
Book 2
Artemidorus, Onirocriticon 2.35
Not analysed yet
Δία ἰδεῖν αὐτὸν ὁποῖον ὑπειλήφαμεν ἢ ἄγαλμα αὐτοῦ ἐν οὐρανῷ ἔχον τὴν οἰκείαν σκευὴν ἀγαθὸν ἀνδρὶ βασιλεῖ καὶ πλουσίῳ· κρατύνει γὰρ οὗ μὲν τὴν τύχην οὗ δὲ τὸν πλοῦτον. νοσοῦντι δὲ σωοτηρίαν μαντεύεται, καὶ τοῖς λοιποῖς δέ ἐστιν ἀγαθός. ἀεὶ δὲ ἄμεινον ἀτρέμας ἑστῶτα ἢ καθεζόμενον ἐπὶ θρόνου καὶ μὴ κινούμενον τὸν θεὸν ἰδεῖν· εἰ γὰρ κινοῖτο, εἰ μὲν πρὸς ἀνατολάς, ἀγαθὸς ἄν εἴη· εἰ δὲ πρὸς δύσιν, πονηρός, ὥσπερ καὶ ὅταν μὴ τὴν οἰκείαν ἔχῃ σκευήν. ὡς γάρ φησιν ὁ Πανύασις, ἄπρακτα καὶ ἀσθεν ἔσεσθαι τοῦ ἰδόντος τὰ πράγματα προαγορεύει. Ἥρα δὲ γυναιξὶ μὲν τὰ αὐτὰ τῷ Διὶ σημαίνει, ἀνδράσι δὲ ῆττονα. τὰ δέ αὐτὰ τῇ Ἥρᾳ καὶ ἡ Ῥέα σημαίνει. Ἄρτεμις τοῖς φοβουμένοις ἀγαθή διὰ γὰρ τὸ ἀρτεμές, ὅπερ ἐστὶν ὑγιές, ἀφόβους αὐτοὺς διαφυλάττει. καὶ γυναιξὶ τικτούσαις ἀγαθὴ ἡ θεός· Λοχεία γὰρ καλεῖται. κυνηγοῖς δὲ μάλιστα συμφέρει διὰ τὴν λγροτέραν καὶ ἁλιεῦσι διὰ τὴν ιμνᾶτιν. δραπέτας δέ καὶ τὰ ἀπολλύμενά φησιν εὑρεθήσεσθαι οὐδὲν γὰρ τὴν θεὸν διαφεύγει. ἀεὶ δέ ἡ μὲν Ἀγροτέρα καὶ Ἐλαφηβόλος πρὸς πράξεις ἐπιτηδειοτέρα τῆς κατὰ ἄλλον τρόπον δεδημιουργημένης· τοῖς δέ τὸν σεμνότερον ἐπαῃρημένοις βίον ἡ κατεσταλμένη τῷ σχήματι ἀμείνων, οἷον ἡ Ἐφεαία καὶ ἡ Περγαία καὶ ἡ λεγομένη παρὰ Λυκίοις Ἐλευθέρα. οὐδὲν δὲ διαφέρει τὴν θεὸν ἰδεῖν ὁποίαν ὑπειλήφαμεν ἢ ἄγαλμα αὐτῆς· ἐάν τε γὰρ σάρκινοι οἱ θεοὶ φαίνωνται ἐάν τε ὡς ἀγάλματα ἐξ ὕλης πεποιημένα, τὸν αὐτὸν ἔχουσιλόγον. θάττον δέ καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ σημαίνουσιν αὐτοὶ οἱ θεοὶ ὁρώμενοι ἤπερ τὰ ἀγάλματα αὐτῶν. Ἄρτεμιν γυμνὴν ἰδεῖν κατὰ πάντα τρόπον οὐδενὶ συμφέρει. Ἀπόλλῶν μουσικοῖς ἀγαθός λόγων γὰρ εὑρετὴς ὁ θεὸς καὶ μουσικῆς πάσης· ἀγαθὸς δὲ καὶ ἰατροῖς Παιήων γὰρ καλεῖται. καὶ μάντεσι καὶ φιλοσόφοις· ἐντελεῖς γὰρ αὐτοὺς καὶ ἐνδόξους ἔσεσθαι προαγορεύει. καὶ τὰ κρυπτὰ ἐλέγχει· ὁ γὰρ αὐτὸς εἶναι νενόμισται τῷ Ἡλίῳ. πολλῶν ὁ Δελφίνιος ἀποδημίας καὶ κινήσεις εἴωθε σημαίνειν. Ἀθηνᾶ χειροτέχναις ἀγαθὴ διὰ τὴν προσηγορίαν Ἐργάνη γὰρ καλεῖται. καὶ τοῖς γῆμαι βουλομένοις· σεμνὴν γὰρ καὶ οἰκουρὸν ἔσεσθαι τὴν γυναῖκα μαντεύεται. ἀγαθὴ δέ καὶ φιλοσόφοις· φρόνησις γὰρ εἶναι νενόμισται ἡ θεός. ὅθεν καὶ ἐξ ἐγκεφάλου γεγεννῆσθαί φασιν αὐτήν. καὶ γεωργοῖς ἀγαθή τὸν γὰρ αὐτὸν τῇ γῇ λόγον ἔχει, ὡς φασιν οἱ φιλόσοφοι. καὶ τοῖς ἐπὶ πόλεμον ὁρμῶσιν ἀγαθή· τὸν γὰρ αὐτὸν τῷ Αρειλόγον ἔχει. γυναιξὶ δὲ ἑταίραις καὶ μφιχευομέναις πονηρά, ἔτι καὶ γυναιξὶ γήμασθαι προῃρημέναις· παρθένος γὰρ ἡ θεός. Πῦρ τὸ αἰθέριον πᾶσιν ἀγαθόν, μάλιστα δέ τοῖς νοσοῦσι σωτηρίας γὰρ αὐτοῖς ἐστι σημεῖον, ἐπεὶ μὴ μέτεστι τούτου τοῖς ἀποθανοῦσι. περὶ δέ τῶν οὐρανίων ἑξῆς ἐροῦμεν.