# Onirocriticon 2.36.1

Artemidorus, Onirocriticon, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/2.36.1

Ἥλιος ἀπὸ ἀνατολῆς ἀνίσχων λαμπρὸς καὶ καθαρὸς καὶ καταδυόμενος εἰς δύσιν ἀγαθὸς πᾶσιν· οἷς μέν γὰρ πράξεις προαγορεύει· ἀνίστησι γὰρ ἐξ ὕπνου καὶ προτρέπεται πράττειν· οἷς δὲ παίδων γονήν· ἡλίους γὰρ καὶ τὰ ἀρσενικὰ τέκνα οἱ γονεῖς ὑποκοριζόμενοι καλοῦσι. δούλους δὲ ἐλευθέρους ποιεῖ· ἥλιον γὰρ καὶ τὴν ἐλευθερίαν καλοῦσιν ἄνθρωποι. τοῖς δέ λοιποῖς εἰς ἐπίκτησιν ώφέλιμος. τούς δέ λανθάνειν καὶ ἀποκρύπτεσθαι πειρωμένους βλάπτει· πάντα γὰρ ἐλέγχει καὶ εὐσύνοπτα ποιεῖ. Ἥλιος ἀπὸ δύσεως ἀνατέλλων τὰ κρυπτὰ ἐλέγχει τῶν λεληθέναι δοκούντων, καὸ τὸν νοσοῦντα μετὰ ἀπόγνωσιν ἀνίστησι καὶ τὸν ὀφθαλμιῶντα οὔ φησι τυφλωθήσεσθαι· ἐκ πολλοῦ γὰρ σκότους τὸ φῶς ἄψεται. καὶ τὸν ἀπόδημον ἐπανάγει, καὶ εἰ ἀπεγνωσμένος εἴη. ἀγαθὸς δὲ καὶ τῷ εἰς δύσιν ἀπιέναι προῃρημένῳ· τὴν γὰρ ἐκεῖθεν ἀνακομιδὴν προαγορεύει αὐτῷ. καὶ τῷ ἀπὸ δύσεως προσδεχομένῳ τινά· ἤδη γὰρ αὐτὸν κεκινῆσθαι πρὸς τὴν ἐπάνοδον σημαίνει. τοῖς δέ λοιποῖς πρὸς πᾶν ἐγχείρημα καὶ πάσαν ἐλπίδα ἐναντίος καθίσταται καὶ τὰ κατὰ προαίρεσιν οὐκ ἐᾷ τελεσθῆναι· τούτου γὰρ, ὡς εἰκός, τὴν ἐναντίαν φύσει κινουμένου κίνησιν νοσεῖ καὶ τὸ ὅλον καὶ τὸ ἐπὶ μέρους· πάντως δέ καὶ ὁ ἰδὼν τὸν ὄνειρον μέρος ἐστὶ τοῦ ὅλου. πρὸς λόγον δὲ τῶν εἰρημένων καὶ τὸν ἀπὸ μεσημβρίας ἢ ἄρκτου ἀνατέλλοντα ἢ εἰς μεσημβρίαν ἢ ἄρκτον δύνοντα κρίνειν χρή. Ἥλιος ἀμαυρὸς ἢ ὕφαιμος ἤ μψρμυρωπὸς πᾶσι πονηρὸς καὶ ἄτοπος γίνεται, τοῦτο μέν ἀπραξίας δηλῶν, τοῦτο δέ καὶ τοῖς τέκνοις τοῦ ἰδόντος νόσον ἠ τινα κίνδυγον τοῖς ὄμμασιν αὐτοῦ νόσον προαγορεύων. τοῖς δὲ λανθάνειν πειρωμένοις καὶ τοῖς φοβουμένοις ἐπιτήδειος τετήρηται· οἱ μέν γὰρ λήσονπται, οἱ δέ οὐδὲν πείσονται πονηρόν· ἧττον γὰρ ὀ ἀμαυρὸς ἐπικαίει. Ἥλιος εἰς γῆν κατιὼν ἐμπρησμοῦ καὶ πυρκαϊᾶς ἐστι σημεῖον. τὸ δʼ αὐτὸ σημαίνει κἂν εἴς τι τῶν οἰκουμένων εἰσίῃ. Ἥλιος ἐπὶ κοίτην τινὸς κατακείμενος καὶ ἀπειλῶν νόσον μεγάλην καὶ φλεγμονὰς προαγορεύει, λέγων δέ τι ἀγαθὸν δεικνὺς εὐπορίας ἐστὶ σημεῖον, πολλοῖς δέ καὶ υἱῶν γένεσιν προηγόρευσεν. Ἥλιος ἀφανιζόμενος πᾶσι πονηρὸς πλὴν τῶν λανθάνειν πειρωμένων καὶ τὰ ἀπόρρητα ἐργαζομένων· ὡς N δέ ἐπὶ τὸ πλεῖστον ὀφθαλμῶν πήρωσιν ἔσεσθαι τέκνων ὄλεθρον προαγορεύει. Ἥλιος οὐχ οἷος ἔστιν ἅλλ’ οἷος νενόμισται ἐν ἀνθρώπου ἰδέα βλεπόμενος, σκευὴν ἔχων ἡνιόχου, ἀθληταῖς ἀγαθὸς καὶ τοῖς ἀποδημεῖν ἐπιχειροῦσι καὶ ἁρματηλάταις· νοσοῦσι δὲ ἐπικίνδυνος καὶ ὀλέθριος καθίσταται. ἀεὶ δὲ ἄμεινον Ἡλίου αὐγὴν εἰς οἶκον εἰσιοῦσαν ἤπερ αὐτὸν τὸν Ἥλιον ἰδεῖν· ἡ μέν γὰρ διὰ τὸ φωοτεινότερον ποιεῖν τὸν οἶκον ἐπίκτησίν σημαίνει, ὁ δέ οὐκ ἄν ὑπομεῖναι τοὺς ἔνδον τὰ δεινά οὐδέ γὰρ ἀντιβλέψαι αὐτῷ ἔστιν. οὐτε διδούς τι ὁ Ἥλιος οὔτε ἀφαιρούμενος ἀγαθὸς ἄν εἴη διδοὺς μέν γὰρ σημαίνει κινδύνους, ἀφαιρούμενος δέ ὄλεθρον. ἀεὶ δέ ἄμεινον ἄγαλμα ἰδεῖν τοῦ θεοῦ τούτου ἐν ναῷ ἱδρυμένον ἑστὸς ἐπὶ βάσεως αὐτὸν τὸν θεὸν ὁποῖος νενόμισται· καὶ γὰρ τὰ ἀγαθὰ τελειότερα προαγορεύει τὸ τοιοῦτον ὄναρ καὶ τὰ κακὰ ἥττονα. οἷος δέ ἐστι καὶ οἷος βλέπεται ἐν οὐρανῷ φαινόμενος, καὶ οὕτως ἀγαθὸς ἄν εἴη. Σελήνη μυναῖκα σημαίνει τοῦ ἰδόντος καὶ μητέρα· τροφὸς γὰρ εἶναι νενόμισται. καὶ θυγατέρα καὶ ἀδελφήν Κόρη γὰρ καλεῖται. καὶ χρήματα καὶ εὐπορίαν καὶ πραγματείαν ψηφίζεται. καὶ πλοῦν· πρὸς γὰρ τὴν ταύτης κίνησιν καὶ οἱ κυβερνῆται ναυτίλλονται. καὶ ἀποδημίαν· ἔστι γὰρ ἀεικίνητος. καὶ τὰ τοῦ ἰδόντος ὄμματα, ὅτι τοῦ ὁρᾶν καὶ αὐτή ἐστιν αἰτία καὶ δέσποινα. κοινὸν γὰρ πάντες οἱ θεοὶ λόγον ἔχουσι πρὸς δεσπότας· οἱ μέν ᾶρσενες πρὸς ἄρσενας αἱ δὲ θήλειαι πρὸς θηλείας· ὀρθῶς γὰρ καὶ τοῦτο τὸ παλαιὸν ἔχει ‘τὸ κρατοῦν δύναμιν ἔχει θεοῦ.’ ἐὰν μέν οὖν ἐπὶ τὸ κρεῖττον τρέπηται ἡ Σελήνη, τὴν ἀπὸ τούτων ἢ διὰ τούτων ὠφέλειαν σημαίνει· ἐὰν δὲ ἐπὶ τὸ χεῖρον, τὴν ἀπὸ τούτων ἢ διὰ τούτων βλάβην. ὁμοίως καὶ πλείονες φαινόμεναι Σελῆναι καὶ ἡ οὖσα ὅταν ἀπολείπῃ. τὸ δὲ δοκεῖν ἐν τῇ Σελήνῃ τὴν ἑαυτοῦ εἰκόνα βλέπειν ἄπαιδι μὲν υἱοῦ γένεσιν προαγορεύει, γυναικὶ δὲ ἰδούσῃ θυγατρός· ὄψονται γὰρ ἑκάτερος ὁμοίαν ἑαυτῷ εἰκόνα, τοῦτʼ ἔστι τέκνον. ἀγαθὸν δὲ καὶ τραπεζίταις καὶ δανεισταῖς καὶ ἐρανάρχαις· πολλὰ γὰρ πορίσουσιν. ἀγαθὸν δὲ καὶ τοῖς φαίνεσθαι βουλομένοις· τοὺς δὲ ἀποκρυπτομένους ἐλέγχει. νοσοῦντας δέ καὶ τοὺς πλοιζομένους ἀναιρεῖ· τοὺς μὲν ὑδρωπιάσαντας, ἐπεὶ φύσει ἐστὶν ὑγρά· τούς δέ ναυαγήσαντας. ὅσα δʼ ἄν ἀμαθὰ ὁ Ἥλιος σημαίνῃ, ταῦτα καὶ ἡ Σελήνη. ὁμοίως καὶ ὅσα ἄν κακά, ἀεὶ δὲ ἣττονα· καὶ γὰρ αὕτη ἧττόν ἐστι τοῦ Ἡλίου θερμή. σημαίνει δέ τὰ ἀποτελέσματα μὴ ἄνευ θηλυκοῦ προσώπου τελεσθῆναι. Ἀστέρες ὁμοῦ μέν πάντες λαμπροὶ καὶ καθαροὶ ὁρώμενοι καὶ πρὸς ἀποδημίαν εἰσὶν ἀγαθοὶ καὶ πρὸς ἄλλας πράξεις καὶ πρὸς τὰ ἀπόρρητα· οὐ γὰρ τὸν αὐτὸν ἔχουσι λόγον τῷ Ἡλίῳ ἢ τῇ Σελήνῃ· καὶ γὰρ ἄνευ τούτων ἐκφανεῖς εἰσι, μετὰ δὲ τούτων ἤτοι τέλεον ἀφανεῖς εἰσιν καὶ ἀμαυρότεροι φαίνονται. ἰδίᾳ δέ ἕκαστος ἀπὸ τοῦ χρώματος ἢ ἀπὸ τοῦ μιεγέθους ἢ ἀπὸ τῆς κινήσεως ἀπὸ τοῦ σχήματος τοῦ κατὰ τὴν κίνησιν κρινέσθω, εἴ γέ τις μὴ διαμαρτάνειν θέλοι. μάλιστα δὲ ἄν ἀπὸ τοῦ ἐν ἀστεροσκοπία λόγου τὸ τοιοῦτο σαφέστερον γένοιτο. τῶν δὲ ἀστέρων ἕκαστον κατὰ τὴν ἑαυτοῦ δύναμιν καὶ τὰ ἀποτελέσματα ποιεῖ. οἷον τὰ χειμῶνος αἴτια δυσθυμίας καὶ κινδύνους καὶ ταραχὰς σημαίνει, τὰ δέ εὐδίας αἴτια εὐπραξίας καὶ εὐημερίας καὶ πορισμόν . τὰ δέ τροπῆς τοῦ καταστήματος αἴτια τὰ μὲν θερινὰ τὴν ἐπὶ τὰ βελτίονα μεταβολὴν σημαίνει, τὰ δέ χειμερινὰ τὴν ἐπὶ τὰ χείρονα. ἤδη δὲ αὐτῶν ἔνια καὶ τοῖς μύθοις τοῖς περὶ αὐτὰ τὰς ἀποβάσεις ὁμοίας ἐπιφέρει. περὶ ὧν ἑκάστου λέγειν μακρὸν ἂν εἴη, καὶ ταῦτα τοῦ περὶ αὐτὰ λόγου ἐγνωσμένου πρὸς πάντων τῶν γε μὴ ἀπαιδεύτων. ἀστέρες ἐκλείποντες τοῦ οὐρανοῦ πλουσίοις μέν πενίαν πολλὴν καὶ ἐρημίαν σημαίνουσιν ἔοικε γὰρ ὁ μὲν οὐρανὸς τῇ οἰκία τοῦ ἰδόντος, οἱ δὲ ἀστέρες τοῖς κατὰ τὴν οἰκίαν κτήμασί τε καὶ ἀνθρώποις· πένησι δὲ ὄλεθρον μαντεύονται. μόνοις δέ ἂν εἴη τὸ τοιοῦτον ὄναρ ἀγαθὸν τοῖς μέγα τι κακὸν βουλομένοις ποιεῖν ἀνύσουσι γάρ, καὶ εἰ μεγάλοις ἐπιχειροῦσιν. ἤκουσα δέ τινος λέγοντος ὡς ἄρα ἐδόκει τις τοὺς ἀστέρας τοῦ οὐρανοῦ ἐκλελοιπέναι, καὶ φαλακρὸς ἐγένετο ὅν γὰρ ἔχει λόγον ὁ οὐρανὸς πρὸς τὸν ὅλον κόσμον, τὸν αὐτὸν καὶ ἡ κεφαλὴ πρὸς τὸ σῶμα, καὶ πάλιν ὅν ἔχουσι λόγον οἱ ἀστέρες πρὸς τὸν οὐρανόν, τὸν αὐτὸν καὶ αἱ τρίχες πρὸς τὴν κεφαλήν. οὐτε δέ καταπίπτοντες εἰς γῆν οἱ ἀστέρες εἰσὶν ἀγαθοὶ (πολλῶν γὰρ ὄλεθρον μαντεύονται, καὶ ἀξιολόγων μέν ἀνδρῶν οἱ μεγάλοι, λιτῶν δὲ καὶ ἀαήμων οἱ λεπτοὶ καὶ ἀμαυροί) οὔτε τὸ δοκεῖν κλέπτειν ἀστέρας ἀγαθόν· ὡς γὰρ ἐπὶ τὸ πλεῖστον ἱερόσυλοι ἐπὶ τούτῳ τῷ ὀνείρῳ οἱ ἰδόντες ἐγένοντο. οὐ μὴν ἔλαθόν γε ἁλλὰ ἑάλωσαν. ἔπραξαν μὲν γὰρ ἃ ἐβούλοντο διὰ τὸ καὶ τῶν ἀστέρων κεκρατηκέναι, ἑάλωσαν δέ διὰ τὸ τοῖς ὑπέρ ἄνθρωπον ἐπιχειρεῖν. ἀλλὰ μὴν οὐδὲ ἐσθίειν δοκεῖν ἀστέρας ἀγαθὸν οὐδενὶ πλὴν μάντεων καὶ τῶν τὰ οὐράνια διασκεπτομένων· τούτοις γὰρ ἐργασίαν σημαίνει καὶ πολλὴν πρόσκτησιν· τοῖς δὲ λοιποῖς ὄλεθρον μαντεύεται. πονηρὸν δὲ καὶ τὸ ὑπὸ στέγην ἰδεῖν ἀστέρας· ἢ γὰρ τὴν οἰκίαν ἔρημον γενομένην ἀποστεγασθῆναι σημαίνει, ἵνα καὶ ἔνδον οἱ ἀστέρες φαίνωνται, τὸν ἄρχοντα τῆς οἰκίας ἀποθανεῖν. παρήλιοι δέ καὶ δοκίδες καὶ σέλας καὶ οἱ λεγόμενοι κομῆται ἀστέρες καὶ οἱ πωγωνίαι τὰ αὐτὰ σημαίνουσιν ἅ καὶ οἱ ὑπέρ ἀέρα ὀραθέντες εἰώῦῦθασι ποιεῖν. Ἶρις δεξιὰ μέν ὁρωμένη ἀγαθή, εώνυμος δέ πονηρά. δεξιὰν δέ καὶ εὐώνυμον οὐ πρὸς τὸν ὁρῶντα χρὴ νοεῖν, ἀλλὰ πρὸς τὸν ἤλιον. ὅπως δʼ ἄν φαίνηται, ἀεὶ τοῖς ἐν πενία πολλῇῇ ἢ ἄλλῃ τινὶ περιστάσει οὖσιν ἀγαθὴ νομιζέσθω· καὶ γὰρ αὐτὴ τρέπει ἀεὶ τὸ κατάστημα καὶ τὸ περιέχον ἀλλοιοῖ. πάσι δὲ τοῖς ἐν περιστάσει οὖσιν ἀγαθαὶ αἱ τῶν καθεστώῦτων μεταβολαί. Νέφη τὰ μέν λευκὰ εὐπραξίας ἐστὶ σημαντικὰ καὶ τὰ κρυπτὰ ἐλέγχει, τὰ δέ πυρρὰ ἀπραξίας ἐστὶ σημαντικὰ καὶ τὰ ζοφώδη δυσθυμίας καὶ τὰ μέλανα χειμῶνος ἢ λίπῃς. Ἄνεμοι πράως καὶ ἠρέμα πνέοντες ἀγαθοί, λάβροι δέ καὶ βίαιοι σημαίνουσιν άνθώπους ἀηδεῖς καὶ ἀγνώμονας, λαίλαπες δέ καὶ οἱ σφοδροὶ ἄνεμοί κινδτνους ἐπιφέρουσι καὶ μεγάλας ταραχάς. χρὴ δὲ καὶ τοῦτο σκοπεῖν, ὅτι οἱ μὲν συννεφῆ ποιοῦντες τὸν ἀέρα πᾶσι μέν τοῖς ἄλλοις εἰσὶ πονηροί, μόνοις δέ τοῖς ἀποκρυπτομένοις ἀγαθοί οἱ δὲ αἰθρίας αἴτιοι τἀναντία σημαίνουσιν. ἀεὶ δέ τοῖς ἀποδήμους προσδοκῶσιν οἱ ἀπὸ τῶν κλιμάτων ἐκείνων, οὐ εἰσιν οἱ ἀπόδημοι, πνέοντές εἰσιν ἀγαθοί, οἱ δὲ ἐναντίοι κατέχουσι τοὺς ἀποδήμους. ταῦτα μὲν περὶ τῶν οὐρανίων· περὶ δὲ τῶν ἐπιγείων θεῶν ὧδε κρίνειν προσήκει.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
