# Onirocriticon 2.37.1

Artemidorus, Onirocriticon, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/2.37.1

Οῖ μὲν αἰσθητοὶ θεοὶ φόβων καὶ κινδύνων καὶ περιστάσεων εἰσι σημαντικοί· καὶ γὰρ μεθʼ ἡμέραν ἐπιφερόμενοι τῶν τοιούτων αἴτιοι καθίστανται· σημαίνει δέ καὶ διάφορα καὶ οὐδὲν ὅμοιον ἀλλήλοις ἐκαστος φαινόμενος. οἷν Ἑκάτην ἰδεῖν τριπτρόσωπον ἑστῶσαν ἐπὶ βάσεως κινήσεις καὶ ἀποδημίας σημαίνει Ἐνοδία γὰρ ἡ θεὸς καλεῖται. μονοπρόσωπον δέ ἰδεῖν πονηρὸν πᾶσιν, ὡς δὲ ἐπὶ τὸ πλεῖστον ἀπὸ ξένης τὰ δεινὰ ἢ ἀπὸ ξένου ἐσόμενα προαγορεύει. ἀεὶ δέ τῶν καθεστώτων κινεῖ τὸν ἰδόντα καὶ οὐκ ἐᾶ μένειν ἐν τοῖς αὐτοῖς, οἵα ἄν φαίνηται καὶ ὁποία. κινουμένη δὲ ἡ θεὸς ἤ συναντῶσα κατὰ τὸ σχῆμα καὶ τὰς ὄψεις καὶ τὰ ὑπ αὐτῆς κρατούμενα σημαίνει τὰ ἀποτελέσματα. περὸ ὧν λέγειν οὐτε ὅσιον οὔτε ἀσφαλές· εὔδηλος δέ ὁ λόγος τοῖς μεμυημένοις τῇ θεῷ, οἱ δὲ ἀμτητοι παρὰ τῶν μᾶμυημένων μανθανέτωσαν. Πὰν νομεῦσιν ἀγαθὸς διὰ τὸ νόμιον καὶ κυνηγοῖς διὰ τὸ ἄγριον. τοῖς δέ λοιποῖς ἀκαταστασίας καὶ θορύβους σημαίνει καὶ ἐφοʼ ἷοἰς τις μέγα φρονεῖ, ταῦτα αὐτῷ μὴ βέβαια εἶναι· οὐ γὰρ ἀσφαλῶς ὑποκειμένας ἔχει τὰς βάσεις τῶν ποδῶν ὁ θεός. λέγουσι δὲ ἔνιοι ὡς τοῖς περὶ τὸν Διόνυσον τεχνίταις ἐστὶν ἀγαθός. Ὁ δὲ Εφιόλτης ὁ αὐτὸς εἶναι τῷ Πανὶ νενόμισται, διόφορα δὲ σημαίνει. θλίβων μέν γὰρ καὶ βαρῶν καὶ οὐδὲν ἀποκρινόμενος θλίψεις καὶ στενοχωρίας σημαίνει, ὅ τι δʼ ἄν ἀποκρίνηται ἐρωτώμενος, τοῦτό ἐστιν ἀληθές. ἐὸν δέ, τι καὶ διδῷ καὶ συνουσιάζῃ, μεγόλας ὠφελείας προαγορεύει, μάλιστα δὲ ὅταν μὴ βαρῇ. ὅ τιδʼ ἄν προσιὼν πράξῃ, τοὺς νοσοῦντας ἀνίστησιν· οὐ γὰρ ἀποθανουμένῳ πρόσεισί ποτε ἀνθρώπῳ. Ἀακληπιὸς ἱδρυμένος μὲν ἐν ναῷ καὶ ἑστὼς ἐπὶ βάσεως ὁρώμενος καὶ προσκυνούμενος ἀγαθὸς πάσι· κινούμενος δὲ ἢ προσιών ἢ εἰς οἰκίαν εἰσιὼν νόσον καὶ λοιμὸν μαντεύεται· τότε γὰρ μάλιστα τοῖς ἀνθρώῦποις δεῖ τοῦ θεοῦ τούτου. τοῖς δέ ἦδη νοσοῦσι σωτηρίαν προαγορεύει Παιήων γὰρ ὁ θεὸς λέγεται. ἀεὶ δὲ ὁ Ἀσκληπιὸς τούς ἐν ταῖς χρείαις συλλαμβανομένους καὶ τοὺς οἰκονομοῦντας τὸν οἶκον τοῦ ἰδόντος δηλοῖ. ἐν δὲ ταῖς δίκαις συνηγόρους σημαίνει. Διόσκοροι τοῖς πλοιζομένοις χειμῶνός εἰσι σημαντικοί, τοῖς δέ ἐν γῇ οὖσι στάσεων δικῶν ἢ πολέμου ἢ μεγάλης νόσου. πάντων δέ τῶν δεινῶν εἰς τέλος ἀζημίους ἀπαλλάττουσι· σωτῆρες γάρ εἰσιν οἱ θεοί. Ἡρακλέα μὲν ἰδεῖν αὐτὸν ἢ ἄγαλμα αὐτοῦ πᾶσι τοῖς εὐπροαιρέτως καὶ κατὰ νόμον ζῶσιν ἀγαθόν, καὶ μάλιστα ἐὰν πρός τινων ἀδικῶνται ἀεὶ γὰρ ὁ θεὸς ὅτε ἦν ἐν ἀνθρώποις ἐπήμυνε τοῖς ἀδικουμένοις καὶ δτιμώρει. τοῖς δέ παρανομοῦσι καὶ τοῖς ἄδικόν τι πράττουσι πονηρὸς ὁ θεὸς διὰ τὸν αὐτὸν λόγον. ἀγαθὸς δέ τοῖς ἐπὶ ἀγῶνα ἢ δίκην ἢ μάχην τινὰ πορευομένοις Κ αλλίνικος γὰρ ὁ θεὸς καλεῖται. τὸ δέ δοκεῖν συνδιατρίβειν τῷ θεῷ καὶ συμπράττειν τι ἢ τροφῆς τῆς αὐτῆς κοινωνεῖν σκευὴν τὴν αὐτὴν ἔχειν ἢ παρὰ τοῦ θεοῦ τὴν λεοντῆν ἢ τὸ ῥόπαλον ἄλλο τι τῶν ὅπλων λαβεῖν πᾶσιν ἄτοπον καὶ πονηρὸν τετήρηται, καὶ διὰ μακρᾶς πείρας τῶν τοιούτων ἦλθον. εὐλόγως δέ καὶ ὀρθῶς ἀποβαίνει εἰς οὐδὲν ἀγαθὸν τὰ τοιαῦτα· ᾧ γὰρ ὁ θεὸς ἐχρήσατο βίῳ, τούτου τῷ ἰδόντι μεταδίδωσιν· ἐπίπονος δέ καὶ μοχθηρὸς ἐγένετο ὁ τοῦ θεοῦ βίος, ὅτε ἦν ἐν ἀνθρώποις, καὶ εἰ πάνυλαμπρὸς ἦν καὶἔνδοξος. πολλάκις δὲ καὶ τοιούτοις περιπεσεῖν σημαίνει, οἷς καὶ ὁ θεὸς ὀ ταῦτα ἔχων τὰ ὅπλα περιέπεσε. Διόνυσος τοῖς γεωργοῖς συμφέρει τοῖς τὸν ξυλικὸν καρπὸν γεωργοῦσι, μάλιστα ἀμπέλους· καὶ καπήλοις δέ καὶ πᾶσι τοῖς περὶ τὸν Διόνυσον τεχνίταις. ἀγαθὸς δἐ καὶ τοῖς ἐν περιστάσει τινὶ οὕσι· παῦλαν γὰρ καὶ ἀπαλλαγὴντῶν δεινῶν σημαίνει διʼ αὐτὸ τὸ ὄνομα· ἔστι γὰρ Διόνυσος παρὰ τὸ διανύειν ἕκαστα. τοῖς δέ ἁβρὸν τὸν βίον ζῶσι καὶ μάλιστα παισὶταραχὰς καὶκινδύνυς καὶἐπιβουλὰς καὶ περιβοήσεις σημαίνει διὰ τὴν περὶ τὸν θεὸνῖστορίαν καὶδιὰ τὸν φυσικὸν λόγον τοῦ Διονύσου οὐδὲν μέντοι ἧττον καὶ τούτους σώζει καὶ οὐκ ἔᾷ διαφθαρῆναι. ὁδεύουσι καὶ πλέουσιν ἄντικρυς καὶ διαρρήδην λῃστηρίων προσβολὰς σημαίνει καὶ τραύματα καὶ κατακοπάς. ὁ δὲ χορὸς ὁ περὶ τὸν Διόνυσον, οἷον Βάκχοι καὶ Βάκχαι καὶ Βασσάραι καὶ Σάτυροι καὶ Πᾶνες καὶ ὅσα ἄλλα ἐστὶν ὅμοια ὀνόματα καὶ ὁμοῦ πάντες καὶ ἰδία ἕκαστος μεγάλας ταραχὰς καὶ κινδύνους καὶ περιβοησίας σημαίνουσι πλὴν τοῦ Σειληνοῦ οὐτος δέ μόνος ἀγαθὸς ἂν εἴη πᾶσι τοῖς ἐπὶ τὸ πράττειν ὀρμωμένοις καὶ τοῖς φοβουμένοις. χορεύειν δέ τῷ θεῷ ἢ θυρσοφορεῖν ἢ δενδροφορεῖν ἢ ἄλλο τι τῶν κεχαρισμένων τῷ θεῷ πράττειν πᾶσι πονηρὸν πλὴν δούλων· οἷς μὲν γὰρ διὰ τὴν ἔκστασιν τῶν φρενῶν καὶ τὴν παρακοπὴν ἀφροσύνην καὶ βλάβην προαγορεύει, οἷς δὲ διὰ τὸ ἀνεπίστρεπτον τῶν ἐντυγχανόντων καὶ διὰ τὴν τοῦ θεοῦ προσηγορίαν καὶ εὐχαριστίαν ἐλευθερίας ἐστὶ σημαντικόν. Ἑρμῆς ἀγαθὸς τοῖς ἐπὶ λόγους ὁρμωμένοις καὶ ἀθληταῖς καὶ παιδοτρίβαις καὶ πᾶσι τοῖς ἐμπορικὸν τὸν βίον ἔχουσι καὶ ζυγοστάταις διὰ τὸ πάντας τοὺς τοιούτους ἐπίκουρον τὸν θεὸν νομίζειν. καὶ τοῖς ἀποδημεῖν βουλομένοις· πτηνὸν γὰρ ὑπειλήφαμεν εἶναι τὸν θεόν. τοῖς δέ λοιποῖς ἀκαταστασίας καὶ θορύβους προαγορεύει. νοσοῦντας δέ ἀναιρεῖ διὰ τὸ ψυχοπομπὸς νενομίσθαι. ἑρμῆς ὁ τετράγωνος καὶ σφηνοπώγων φιλολόγοις μόνοις συμφέρει, ὁ δὲ τετράγωνος καὶ ἀγένειος οὐδέ τούτοις συμφέρει· τὸ γὰρ περικεκομμένον αὐτοῦ τῶν περὶ τὸν ἰδόντα πάντων ῥλεθρον μαντεύεται. Νέμεσις ἀεὶ τοῖς κατὰ νόμον ζῶσιν ἀγαθὴ καὶ μετρίοις ἀνθρώποις καὶ φιλοσόφοις· τοῖς δέ παρανομοῦσι καὶ τοῖς ἐπιτιθεμένοις τισὶ καὶ τοῖς μεγάλων ἀρχομένοις πραγμάτων ἐναντία καθίσταται καὶ ἐμπόδιος τῶν ἐπιχειρουμένων· νεμεσᾶνʼ γὰρ καλοῦμεν καὶ τὸ ἐμποδὼν ῖστασθαι τοῖς πραττομένοις κατὰ γνώμην. λέγουσι δέ τινες ὅτι ἡ θεὸς αὕτη τὰ μὲν ἀγαθὰ ἐπὶ τὸ χεῖρον τρέπει, τὰ δὲ κακὰ ἐπὶ τὸ βέλτιον. λφροδίτη ἡ μὲν πάνδημος ἀγύρταις καὶ καπήλοις καὶ ζυγοστάταις καὶ θυμελικοῖς καὶ ἰατροῖς καὶ σκηνικοῖς πᾶσι καὶ ἑταίραις ἀγαθή γυναιξὶ δὲ οἰκοδεσποίναις αἰσχύνην καὶ βλάβην προαγορεύει καὶ τοὺς γῆμαί προῃρημένους κωλύει, ὡς κοινῆς ἐσομένης τῆς γυναικός. ἡ δέ οὐρανία, περὶ ἧς ἐν τῷ ἔμπροσθεν λόγῳ ἑκέών παρέλιπον, ἵνα μὴ διασπῷτο ὁλόγος, τὰ ἐναντία τῇ πανδήμῳ σημαίνει. μάλιστα δέ ἀγαθὴ πρὸς γάμους καὶ κοινωνίας καὶ πρὸς τέκνων γονάς. συνδυασμῶν γὰρ καὶ ἐπιγονῶν ἐστιν σιτία. ἀγαθὴ δέ καὶ γεωργοῖς· φύσις γὰρ καὶ μήτηρ τῶν ὅλων εἶναι νενόμισται. ἀγαθὴ δὲ καὶ μάντεσι· πάσης γὰρ μαντείας καὶ προγνώσεως εὑρέτις εἶναι νενόμισται. Ἀφροδίτη ἡ πελαγία ναυκλήροις καὶ κυβερνήταις καὶ πᾶσι τοῖς ναυτιλλομένοις ἀγαθὴ τετήρηται καὶ πάσι τοῖς βουλομένοις ἀποδημεῖν διὰ τὸ τῆς θαλάσσης ἀεικίνητον τοὺς δέ ἐν τοῖς αὐτοῖς ἀεὶ μένειν προῃρημένους καὶ μὴ βουλομένους ἀναγκάζει κινεῖσθαι. λφροδίτην ἰδεῖν ἀναδυομένην τοῖς πλέουσι πολὺν χειμῶνα καὶ ναυάγιον ἐσόμενον προαγορεύει· οὐδὲν δέ ἧττον σώζει καὶ τὰ ἀπηλπισμένα τῶν πραγμάτων τελειοῖ. ἀεὶ δέ ἀγαθὴ νενόμισται ἡ μέχρι ζώνης τὰ κάτω ἐσκεπασμένα ἔχουσα διὰ τὸ τοὺς μαζούς, οἵ εἰσι τροφιμώτατοι, γυμνοὺς ἔχειν καὶ ἐπιδείκνυσθαι. ἡ δέ ὅλη γυμνὴ ἑταίραις μόναις ἀγαθὴ καὶ ἐργασίας σημαντική· πρὸς δέ τὰ λοιπὰ αἰσχύνην προαγορεύει. Ἥφαιστος τὰ μὲν αὐτὰ τῷ πυρὶ σημαίνει ὡς ἐπὶ τὸ πλεῖστον, μόνον δὲ τὰ κρυπτὰ ἐλέγχει, καὶ μάλιστα μοιχείας διὰ τὴν περὶ αὐτὸν ἱστορίαν. χειρώναξι δέ ἐστιν ἀγαθὸς πάσι καὶ τοῖς γῆμαι καὶ κοινωνῆσαι βουλομένοις διὰ τὴν σύμπνοιαν τῶν φυσῶν καὶ τὰ ἑνούμενα σίδηρα. Τύχη δέ ἡ μὲν ἐπὶ κυλίνδρου ἑστῶσα πονηρὰ πᾶσι διὰ τὸ τῆς βάσεως ἐπικίνδυνον, ἡ δέ τὸ πηδάλιον κρατοῦσα κινήσεις προαγορεύει· οὐδεμία γὰρ πηδαλίου χρεία ἄνευ κινήσεως. ἀεὶ δέ ἀγαθὴ καθεζομένη ἤ κατακεκλιμένη· τὸ ἀσφαλές γὰρ καὶ τὸ βέβαιον διὰ τοῦ σχήματος ἐπιδείκνυσιν. ὅσῳ δʼ ἄν πολυτελεστέρα καὶ εὐμορφοτέρα φαίνηται, τοσούτῳ βελτίων νομιζέσθω. λέγουσι δὲ ἔνιοι ὡς ἡ πολυτελὴς καὶ σφόδρα κεκοσμημένη Τύχη, καὶ μάλιστά γε ὅταν μὴ ὡς ἄγαλμα ἀλλʼ ὡς αὐτὴ ἡ Πύχη φαίνηται, πενίας ἐστὶ σημεῖον· ὡς γὰρ εἰκὸς ἑαυτῆς ἐπιμελουμένη ἀμελεῖ τῶν ἀνθρώπων· ἡ δὲ λιτῶς ἔχουσα καὶ ἀμελοῦσα ἑαυτῆς πλοῦτον καὶ τρυφὴν προαγορεύει· φανερὸν γὰρ ὡς οὐχ ἑαυτῆς ἀλλὰ τῶν ἀνθρώπων προνοεῖ. ἐμοὶ δὲ οὐκ εἰκότα λέγειν δοκοῦσιν· ἔστι γὰρ ἡ Τύχη οὐδὲν ἄλλο ἢ αὐτὰ τὰ κτήματα τῶν ἰδόντων. Πειθὼ δὲ καὶ Χάριτες καὶ Ὧλραι καὶ Νύμφαι πρὸς πάντα καὶ πάσίν εἰσιν ἀγαθαί, Ἀριστοβούλη δὲ καὶ Εὐνομία τὰ αὐτὰ τῇ Νεμέσει σημαίνουσιν. Ἑστία αὐτή τε καὶ τὰ ἀγάλματα αὐτῆς πτόλεως μὲν τὴν βουλὴν καὶ τὴν ἐνθήκην σημαίνει τῶν προσόδων, ἰδιώταις δὲ αὐτὸ τὸ ζῆν, ᾶρχοντι δὲ καὶ βασιλεῖ τὴν τῆς ἀρχῆς δύναμιν. περὶ δὲ θαλασσίων καὶ ποταμίων θεῶν ἕκαστα ὧδε ἔχει.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
