Ancient Greek · ~9 min
Book 2
Artemidorus, Onirocriticon 2.49
Not analysed yet
Ἀποθανεῖν δοκεῖν καὶ ἐκκομισθῆναι καὶ κατορυγῆναι δούλῳ μὲν οὐκ ὄντι ἐν πίστει ἐλευθερίαν προαγορεύει ἀδέσποτος γὰρ ὁ ἀποθανὼν καὶ πέπαυται κάμνων καὶ ὑπηρετῶν· τὸν δὲ ἐν πίστει ὄντα δοῦλον παραιρεῖται τῆς πίστεως ὁ θάνατος. ἀνδρὶ δὲ ἀγάμῳ γάμον προαγορεύει· τέλη μὲν γὰρ ἀμφότερα τοῖς ἀνθρώποις εἶναι νενόμισται καὶ ὁ γάμος καὶ ὁ θάνατος, ἀεὶ δὲ δείκνυνται ὑπ᾿ ἀλλήλων. ὅθεν καὶ τοῖς νοσοῦσι τὸ γαμεῖν θάνατον προαγορεύει· καὶ γὰρ τὰ αὐτὰ ἀμφοτέροις συμβαίνει, τῷ τε γαμοῦντι καὶ τῷ ἀποθανόντι, οἷον παραπομπὴ φίλων ἀνδρῶν τε καὶ γυναικῶν καὶ στέφανοι καὶ ἀρώματα καὶ μύρα καὶ συγγραφὴ κτημάτων. τὸν δὲ γεγαμηκότα διίστησι τῆς γυναικὸς ὁ θάνατος, καὶ κοινωνοὺς δὲ καὶ φίλους καὶ ἀδελφοὺς διαλύει καὶ διίστησιν ἀλλήλων· οἱ γὰρ ἀποθανόντες τοῖς ζῶσιν οὐ συναναστρέφονται, οὐδʼ αὖ οἱ ζῶντες τοῖς ἀποθανοῦσι. τὸν δὲ ἐν τῇ οἰκείᾳ ὄντα ἐπὶ ξένην ἄγει διὰ τὸ μὴ τὸν ἀποθανόντα ἐν τοῖς αὐτοῖς ἔτι μένειν, τὸν δὲ ἐπὶ ξένης ὄντα εἰς τὴν οἰκείαν ἄγει· καὶ γὰρ ὁ ἀποθανὼν εἰς τὴν γῆν κατατίθεται, ἥτις ἐστὶ κοινὴ πάντων πατρίς. ἀθλητὰς δὲ ἱερονίκας ὁ θάνατος ποιεῖ· τέλειοι γὰρ οἱ ἀποθανόντες ὡς καὶ οἱ νικήσαντες. ἀγαθὸν δὲ καὶ φιλολόγοις τὸ ἀποθανεῖν καὶ πατράσι· μνημεῖα γὰρ ἕξουσιν οἱ μὲν τοὺς παῖδας, οἱ δὲ τῆς ἑαυτῶν σοφίας τὰ συγγράμματα. ἀγαθὸν δὲ τὸν θάνατον ἐτήρησα καὶ τοῖς λυπουμένοις καὶ τοῖς φοβουμένοις (ἄφοβοι γὰρ καὶ ἄλυποι οἱ ἀπσθανόντες) καὶ τοῖς περὶ γῆς δίκην ἔχουσι καὶ τοῖς βουλομένοις γῆν πρίασθαι· γῆς γὰρ δεσπόται οἱ ἀποθανόντες. ἐν δὲ ταῖς ἄλλαις δίκαις πονηρὸν τὸ ἀποθανεῖν· ἄπρακτοι γὰρ οἱ ἀποθανόντες καὶ ἐν τῇ τῶν ζώντων ἐξουσίᾳ διακείμενοι. εἰ δέ τις νοσῶν ἀλμῶν τι δόξειε τεθνάναι, ἄπονος ἔσται καὶ ἄνοσος· καὶ γὰρ οἱ ἀποθανόντες. οὐδὲν δὲ διαφέρει αὐτὸ μόνον δοκεῖν ἀποθανεῖν ἢ ἐκκομισθῆναι ταφῆναι. ζῶντα δὲ θάπτεσθαι δοκεῖν οὐδενὶ συμφέρει· ὡς γὰρ ἐπὶ τὸ πολὺ εἰρκτὴν καὶ δεσμὰ σημαίνει. ὅ τι δʼ ἂν σημαίνῃ ἀγαθὸν κακὸν ὁ θάνατος, τοῦτο ἐὰν μέν τις ἑαυτὸν ἀποκτείνῃ, ἔσται αὐτῷ διὰ τὴν ἑαυτοῦ αἰτίαν ἐὰν δὲ ὑπὸ ἄλλου ἀποθάνῃ, διὰ τὴν τοῦ ἄλλου αἰτίαν καὶ τὰ ἀποτελέσματα ἔσται. πάντες δὲ οἱ ἐκ καταδίκης θάνατοι τὰ σημαινόμενα καὶ ἀγαθὰ καὶ κακὰ σφοδρότερα ποιοῦσι. περὶ ὧν καὶ κατ᾿ εἶδος εἰπεῖν ἄξιον.