# Onirocriticon 2.50-52

Artemidorus, Onirocriticon, 2.50 to 2.52. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/2.50

Ἀπάγξασθαι καὶ ἑαυτὸν ἀναρτῆσαι θλίψεις καὶ στενοωρίας σημαίνει διὰ τὸ συμβαῖνον τοῖς ἀπαγχομένοις, καὶ προσέτι μὴ μεῖναι ἐν τῇ οἰκεία μηδὲ ὅπου τις ὢν τὸν ὄνειρον ἐθεάσατο· καὶ γὰρ ὁ ἀπαγξάμενος οὐκέτι τῇ γῇ ἐπιβαίνει οὐδʼ ἐστὶν ἐπὶ ἕδρας. σφάξαι δὲ ἑαυτὸν ὑπό τινος σφαγῆναι ταὐτὰ σημαίνει τοῖς ἔμπροσθεν περὶ θανάτου εἰρημένοις, θᾶττον δὲ τελειοῖ. ἱερευθῆναι δὲ καὶ σφαγῆναι παρὰ βωμῷ θεοῦ ἢ δημοσίᾳ ἐν ἐκκλησία ἢ ἐν ἀγορᾷ ἀγαθὸν πᾶσι, μάλιστα δούλοις· ἐνδόξως γὰρ καὶ ἐπιφανῶς ἔσονται ἐλεύθεροι. Ζῶντα κατακαίεσθαι τὰ αὐτὰ τῷ κεραυνοῦσθαι σημαίνει. περὶ ὧν ἔμπροσθεν εἴρηται. ἰδίως δὲ τὸ ζῶντα κατακαίεσθαι τοῖς νοσοῦσι διὰ τὸ σύνθετον τοῦ ὀνόματος σωτηρίαν σημαίνει, τοῖς δὲ νέοις φορὰς ἀλόγους καὶ ἐπιθυμίας ἐρωτικὰς σημαίνει.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
