# Onirocriticon 2.56

Artemidorus, Onirocriticon, Book 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/2.56

Βαστάζειν τινὰ τῶν δαιμόνων τῶν χθονίων, ἢ αὐτὸν τὸν Πλούτωνα ἢ τὸν Κέρβερον ἢ ἄλλον τινὰ τῶν ἐν Ἅιδου, κακούργῳ μὲν ἰδόντι σταυρὸν βαστάσαι σημαίνει· ἔοικε γὰρ καὶ ὁ σταυρὸς θανάτῳ, καὶ ὁ μέλλων αὐτῷ προσηλοῦσθαι πρότερον αὐτὸν βαστάζει ἀνδρὶ δὲ μὴ κακούργῳ θηρίον βαστάσαι σημαίνει, καὶ εἰ μὲν βαρύνοιτο, δηχθῆναι καὶ ἀποθανεῖν εἰ δὲ μή, αἰσθόμενον ἀποθέσθαι καὶ μὴ διαφθαρῆναι. βαστάζειν δέ τινα τῶν ζώντων ἄμεινον ἢ βαστάζεσθαι, ὅσῳ καὶ κρεῖττον ἀμύνειν τινὶ δύνασθαι τοῦ ἐπιδεῖσθαι τιμωρίας καὶ βοηθείας. ἔοικε γὰρ ὁ μὲν βαστάζων συναιρομένῳ τινὶ καὶ εὐεργετοῦντι, ὁ δὲ βασταζόμενος εὐεργετουμένῳ. ὅσῳ οὖν ἀσθενέστερός ἐστιν ὁ βαστάζων, οἷον γυνὴ ἢ παιδίον, τοσούτῳ χεῖρον τῷ βασταζομένῳ· καὶ γὰρ τῶν εὐτελεστέρων καὶ ἧττον ἀμύνειν δυναμένων ἐπιδεηθήσεται. μόνῳ δὲ οἰκέτῃ ὑπὸ τοῦ δεσπότου βαστάζεσθαι ἀγαθὸν καὶ τῷ παντελῶς πένητι ὑπὸ πλουσίου πολλὰ γὰρ ὠφεληθήσονται ὑπὸ τῶν βασταζόντων.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
